Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

διὰ τοῦτο τάδε λέγει Κύριος Ἐὰν ἐπιστρέψῃς, καὶ ἀποκαταστήσω σε καὶ πρὸ προσώπου μου στήσῃ· καὶ ἐὰν ἐξαγάγῃς τίμιον ἀπὸ ἀξίου, ὡς στόμα μου ἔσῃ· καὶ ἀναστρέψουσιν αὐτοὶ πρὸς σέ, καὶ σὺ οὐκ ἀναστρέψεις πρὸς αὐτούς.

καὶ δώσω σε τῷ λαῷ τούτῳ ὡς τεῖχος ὀχυρὸν χαλκοῦν· καὶ πολεμήσουσιν πρὸς σέ, καὶ οὐ μὴ δύνωνται πρὸς σέ, διότι μετὰ [*](U+05D0AQ)[*](8 επεριψαν (επερρ. Bᵃᵇ)] επεριψα U+05D0 επερριψα AQ | εξαιφνης BᵇU+05D0c. ᵇ(?)Q 9 εκενωθη] εγενηθη U+05D0* αυτη] pr επ Q ετι] επι U+05D0 | κατησχυνθην U+05D0* | εναν- τιον] ενοντι U+05D0 | ουτων 2°] + φησιν κς Qᵐᵍ 10 μητηρ U+05D0 | ω U+05D0* (ως U+05D0?) | και] + α΄θ΄ ?? ανδρα Qmg om εν παση A ουτε 1°] ουκ Q ουτε 2°] ουδε U+05D0Q ουδεις] ουδε εις U+05D0* εξελειπεν A 11 ουτων 1°] α΄σ΄ ?? εις αγαθον Qᵐᵍ 12 γνωσεται U+05D0*vid 13 δωσω] δωσως U+05D0 | ανταλγμα U+05D0 | αμαρτιας] κακιας A πασιν A 14 καταδουλωσουσιν A om κυκλω Q | εκκαυται U+05D0* (εκκεκ. Bᵃᵇ) 15 Κυριε] pr α΄σ΄θ΄ ?? συ εγνως Qmg αθωωσον] + με U+05D0Q απο] εκ U+05D0 | μακρο- θυμιαν] + θ΄ ?? σου μη λαβης με Qmg 16 αθετουτων U+05D0* (-ντων Bᵃᵇ) | εμοι 2°] εμε Q | Κυριε] + σ΄ ?? ο θς Qᵐᵍ 17 αλλα] αλλ Q οτι] ο U+05D0* (οτι Bᵃᵇ) 18 ιαθησομαι] ιασομαι A | μοι εγενηθη A ψευδος U+05D0A εχον] εσχον U+05D0c.a εχων A 19 σε 1°] ε U+05D0*vid om και 2° Q αξιου] αναξιου U+05D0c.a (?)Q | αναστρψωσιν Q 20 τω λαω] pr εν U+05D0 | πολεμησωσι U+05D0 | om προς 1° A)

257
σοῦ εἰμὶ τοῦ σώζειν σε

καὶ ἐξαιρεῖσθαί σε ἐκ χειρὸς πονηρῶν, καὶ [*](B) λυτρώσομαί σε ἐκ χειρὸς λοιμῶν.

Καὶ σὺ μὴ λάβῃς γυναῖκα, λέγει Κύριος ὁ θεὸς Ἰσραήλ,

καὶ οὐ γεννηθήσεταί σοι υἱὸς οὐδὲ θυγάτηρ ἐν τῷ τόπῳ τούτῳ.

ὅτι τάδε λέγει Κύριος περὶ τῶν υἱῶν καὶ περὶ τῶν θυγατέρων τῶν γεννωμένων ἐν τῷ τόπῳ τούτῳ, καὶ περὶ τῶν μητέρων αὐτῶν τῶν τετοκυιῶν αὐτούς, καὶ περὶ τῶν πατέρων αὐτῶν τῶν γεγεννηκότων αὐτοὺς ἐν τῇ γῇ ταύτῃ

Ἐν θανάτῳ νοσερῷ ἀποθανοῦνται, οὐ κοπήσονται καὶ οὐ ταφήσονται· εἰς παράδειγμα ἐπὶ προσώπου τῆς γῆς ἔσονται, καὶ τοῖς θηρίοις τῆς γῆς ἔσονται καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ· ἐν μαχαίρᾳ πεσοῦνται καὶ ἐν λιμῷ συντελεσθήσονται.

τάδε λέγει Κύριος Μὴ εἰσέλθῃς εἰς θίασον αὐτῶν, καὶ μὴ πορευθῇς τοῦ κόψασθαι, καὶ μὴ πενθήσῃς αὐτούς, ὅτι ἀφέστακα τὴν εἰρήνην μου ἀπὸ τοῦ λαοῦ τούτου.

οὐ μὴ κόψονται αὐτοὺς οὐδὲ ἐντομίδας οὐ μὴ ποιήσουσιν καὶ οὐ ξυρηθήσονται,

καὶ οὐ μὴ κλασθῇ ἄρτος ἐν πένθει αὐτῶν εἰς παράκλησιν ἐπὶ τεθνηκότι· οὐ ποτιοῦσιν αὐτὸν ποτήριον εἰς παράκλησιν ἐπὶ πατρὶ καὶ μητρὶ αὐτοῦ.

εἰς οἰκίαν πότου οὐκ εἰσελεύσῃ συνκαθίσαι μετʼ αὐτῶν τοῦ φαγεῖν καὶ πιεῖν.

διότι τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Ἰδοὺ ἐγὼ καταλύω ἐκ τοῦ τόπου τούτου ἐνώπιον τῶν ὀφθαλμῶν ὑμῶν καὶ ἐν ταῖς ἡμέραις ὑμῶν φωνὴν χαρᾶς καὶ φωνὴν εὐφροσύνης, φωνὴν νυμφίου καὶ φωνὴν νύμφης.

καὶ ἔσται ὅταν ἀναγγείλῃς τῷ λαῷ τούτῳ ἅπαντα τὰ ῥήματα ταῦτα, καὶ εἴπωσιν πρὸς σέ Διὰ τί ἐλάλησεν Κύριος ἐφʼ ἡμᾶς πάντα τὰ κακὰ ταῦτα; τίς ἡ ἀδικία ἡμῶν; καὶ τίς ἡ ἁμαρτία ἡμῶν ἣν ἡμάρτομεν [*](21 σε 1°] + α΄σ΄θ΄ ?? φησι κς ӄ ρυσομαι σε Qmᵍ λυτρωσομαι σε] om U+05D0 U+05D0AQ pr ?? α΄σ΄θ΄ Qa et ᵐᵍ XVI 1 λαβης] + α΄σ΄ ?? σεαυτω Q Ισραηλ] Ιληλ U+05D0 2 τουτω] εκινω U+05D0* (superscr τουτ U+05D0c.a (?)) 3 om περι 2° U+05D0AQ | γεννωμενων] γεγεννημενων U+05D0 | ουτων 1°] τουτων U+05D0* viᵈ 4 ου 1°] pr και U+05D0 | και ου] ουδε A om και 2° Q om εσονται 2° U+05D0AQ | μαχαιρη A 5 εισ|ελθης B* ει|σελθ. Bᵇ ουτων] αυτου U+05D0* (αυτου U+05D0¹ vid) om μη 3° A πενθησεις U+05D0 | αφεστηκα U+05D0* A τουτου] + φησιν κς Q + (post κς) θ΄ ?? τον ελεον ӄ τους οικτιρμους (6) ӄ αποθα- νουνται μεγαλοι ӄ μικροι εν τη γη ταυτη Qᵐᵍ 6 ου μη (1°)] om μη U+05D0Q* (?? ουδ ου μη Qmg) κοψωνται A ουδε] ουδ U+05D0* (ουδε U+05D0c. ᵃ) om ου 2° U+05D0Q | om μη 2° U+05D0 | και ου] και ου μη U+05D0 ουδε μη A ξυρηθησονται] ξυρησονται AQ + ουδ ου μη κλαυσωσιν αυτους ου κατορυγησοντ, Qmᵍ 7 παρακλησιν 1°] παρα- κλησεις U+05D0* (-σειν U+05D0?) πατρι] + αυτου AQ και 2°] η επι AQ 8 συνκαθισαι (συγκ. BᵃᵇQ)] συ του καθεισαι A πειν U+05D0* (πιειν Bᵃᵇ) 9 ενωπιον] εναντιον Q om και 1° U+05D0AQ om και 2° A* (hab ӄ Aᵃ?(ᵐᵍ)) 10 αναγγειλης] απαγ- γειλης U+05D0A λαως U+05D0* om τουτω A αποντα] παντα U+05D0AQ pr α΄ ?? συν Qmg | ειπωσι A om Κυριος (hab U+05D0c.a (?)(ᵐᵍ)) | κακα] + α΄σ΄θ΄ ?? τα μεγαλα Q )

258
[*](B) ἔναντι Κυρίου τοῦ θεοῦ ἡμῶν;

καὶ ἐρεῖς αὐτοῖς Ἀνθʼ ὧν ἐνκατέλιπόν με οἱ πατέρες ὑμῶν, λέγει Κύριος, καὶ ᾤχοντο ὀπίσω θεῶν ἀλλοτρίων καὶ ἐδούλευσαν αὐτοῖς καὶ προσεκύνησαν αὐτοῖς, καὶ ἐμέ ἐγκατέλιπον καὶ τὸν νόμον μου οὐκ ἐφυλάξαντο,

καὶ ὑμεῖς ἐπονηρεύσασθε ὑπέρ τοὺς πατέρας ὑμῶν· καὶ ἰδοὺ ὑμεῖς πορεύεσθε ἕκαστος ὀπίσω τῶν ἀρεστῶν τῆς καρδίας ὑμῶν τῆς πονηρᾶς τοῦ μὴ ὑπακούειν μου.

καὶ ἀπορίψω ὑμᾶς ἀπὸ τῆς γῆς ταύτης εἰς τὴν γῆν ἣν οὐκ ῇδειτε ὑμεῖς καὶ οἱ πατέρες ὑμῶν, καὶ δουλεύσετε ἐκεῖ θεοῖς ἑτέροις οἱ οὐ δώσουσιν ὑμῖν ἔλεος.

Διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ οὐκ ἐροῦσιν ἔτι Ζῇ Κύριος ὁ ἀναγαγὼν τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου,

ἀλλά Ζῇ Κύριος ὃς ἀνήγαγεν τὸν οἶκον Ἰσραὴλ ἀπὸ γῆς βορρᾶ καὶ ἀπὸ πασῶν τῶν χωρῶν οὗ ἐξώσθησαν ἐκεῖ· καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τὴν γῆν αὐτῶν ἣν ἔδωκα τοῖς πατράσιν αὐτῶν.

ἰδοὺ ἐγὼ ἀποστέλλω τοὺς ἁλεεῖς τοὺς πολλούς, λέγει Κύριος, καὶ ἁλιεύσουσιν αὐτοὺς· καὶ μετὰ ταῦτα ἀποστελῶ τοὺς πολλοὺς θηρευτάς, καὶ θηρεύσουσιν αὐτοὺς ἐπάνω παντὸς ὄρους καὶ ἐπάνω παντὸς βουνοῦ καὶ ἐκ τῶν τρυμαλιῶν τῶν πετρῶν.

ὅτι οἱ ὀφθαλμοί μου ἐπὶ πάσας τὰς ὁδοὺς αὐτῶν, καὶ οὐκ ἐκρύβη τὰ ἀδικήματα αὐτῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου.