Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

σοῦ οἱ πόδες τρέχουσιν καὶ ἐκλύουσίν σε· πῶς παρασκευάσῃ ἐφʼ ἵπποις; καὶ ἐν γῇ εἰρήνης οὐ πέποιθας· πῶς ποιήσεις ἐν φρυάγματι τοῦ Ἰορδάνου;

ὅτι καὶ οἱ ἀδελφοί σου καὶ ὁ οἶκος τοῦ πατρός σου, καὶ οὗτοι ἠθέτησάν σε, καὶ αὐτοὶ ἐβόησαν, ἐκ τῶν ὀπίσω σου ἐπισυνήχθησαν· μὴ πιστεύσῃς ἐν αὐτοῖς, ὅτι λαλοῦσιν πρὸς σὲ καλά.

Ἐνκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου, εἰς χεῖρας ἐχθρῶν αὐτῆς.

ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ· ἔδωκεν ἐπʼ ἐμέ τὴν φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν.

μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοί, ἢ σπήλαιον κύκλῳ αὐτῆς; βαδίσατε συνάγετε [*](21 Κυριος] + ο θς A | προφητευσης A 22 ιδου] pr σ΄θ΄ ?? δια τουτο ταδε U+05D0AQ λεγει κς των δυναμεω Qmg | αποθανουνται] πεσουνται A απολουνται Q* (απο- θαν. Qmg 23 εγκαταλειμμα Bᵃᵇ Q* ενκαταλειμμα A εγκαταλιμμα Qᵃ | οτι] και U+05D0 | om εν 1° Q | ενιαυτων U+05D0* (-τω U+05D0?) | επισκεψεως] επισκοπης Bᵃᵇ (vid)ᵐᵍ XII 1 αθετηματα] αθετημα U+05D0 αθετησει A 2 εριζωθησαν (ερρ. Q)] εριζωσαν U+05D0A | ετεκνοποιησαν U+05D0AQ | om και εποιησαν U+05D0 3 με] in μ ras aliq B? ε A (μ superscr A¹) + ?? ιδες με και Qmg | δεδοκιμακας] εδοκιμασας A | σου] μου U+05D0* (σου U+05D0?) + θ΄ ?? αθροισον αυτους ως προβατα εις σφαγη Qmg 4 ο χορτος] om ο A | om του αγρου A | εξηρανθησ. U+05D0* εν αυτη] ουτων A | ηφανισθησαν] ηφανισας A | οτι] και A 5 εκλυουσιν (-λυοσ. U+05D0*) εκλυσουσιν A | παρασκευαζη U+05D0 | ειφ U+05D0* (εφ U+05D0?) ου] σου U+05D0? (σ superscr) A συ Q | ποιησω U+05D0* (-σις U+05D0c.ᵃ (?)) | φυαγματι U+05D0* 6 om και 1° A | om και ουτοι A | λαλουσιν] λαλησουσιν BᵃᵇU+05D0AQ) | προς] επι A 7 εγκαταλελοιπα BᵇQ 8 εδωκαν U+05D0* 9 υαινης] ληστων (-τωη A -των Aᵃ?) A | om η σπηλαιον κυκλω αυτης A | σπηλαιον 2°] + ληστων (?? αδικιας) Qmg | βαδι- σατε] pr επ αυτην Q | συναγετε] συναγαγετε BᵃᵇU+05D0 (-ται) AQ pr και A)

250
[*](B) πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ ἐλθέτωσαν τοῖ φαγεῖν αὐτήν.

ποιμένες πολλοὶ διέφθειραν τὰν ἀμπελῶνά μου, ἐμόλυναν τὴν μερίδα μου, ἔδωκαν τὴν μερίδα τὴν ἐπιθυμητὴν μου εἰς ἔρημον ἄβατον,

ετέθη εἰς ἀφανισμὸν ἀπωλείας· δι᾿ ἐμὲ ἀφανισμῷ ἠφανίσθη πᾶσα ἡ γῆ, ὅτι οὐκ ἔστιν ἀνὴρ τιθέμενος ἐν καρδίᾳ.

ἐπὶ πᾶσαν διεκβολὴν ἐν τῇ ἐρήμῳ ἦλθον ταλαιπωροῦντες, ὅτι μάχαιρα τοῦ κυρίου καταφάγιται ἀπʼ ἄκρου τὴς γῆς, οὐκ ἔστιν εἰρήνη πάσῃ σαρκί.

σπείρατε πυροὺς καὶ ἄκανθαν θερίζετε· οἱ κλῆροι αὐτῶν οὐκ ὠφελήσουσιν αὐτοὺς· αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν, ἀπὸ ὀνειδισμοῦ ἔναντι Κυρίου.

Ὀτι τάδε λέγει Κύριος περὶ πάντων τῶν γειτόνων τῶν πονηρῶν, τῶν ἁπτομένων τῆς κληρονομίας μου ἦς ἐμέρισα τῷ λαῷ μου Ἰσραήλ Ἰδοὺ ἐγὼ ἀποσπῶ αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν, καὶ τὸν Ἰούδαν ἐκβαλῶ ἐκ μέσου αὐτῶν.

καὶ ἔσται μετὰ τὸ ἐκβαλεῖν με αὺτοὺς ἐπιστρέψω καὶ ἐλεήσω αὐτούς, καὶ κατοικιῶ αὐτοὺς ἕκαστον εἰς τὴν κληρονομίαν αὐτοῦ καὶ ἕκαστον εἰς τὴν γῆν αὐτοῦ.

καὶ ἔσται ἐὰν μαθόντες μάθωσι τὴν ὁδὸν τοῦ λαοῦ μου τοῦ ὀμνύειν τῷ ὀνόματί μου Ζῇ Κύριος. καθὼς ἐδίδαξαν τὸν λαόν μου ὀμνύειν τῇ Βάαλ, καὶ οἰκοδομηθήσεται ἐν μέσῳ τοῦ λαοῦ μου·

ἐὰν δὲ μὴ ἐπιστρέψωσιν, καὶ ἐξαρῶ τὸ ἔθνος ἐκεῖνο ἐξάρσει καὶ ἀπωλείᾳ.

Τάδε λέγει Κύριος Βάδισον καὶ κτῆσαι σεαυτῷ περίζωμα λινοῦν καὶ περίθου περὶ τὴν ὀσφύν σου, καὶ ἐν ὕδατι οὐ διελεύσεται.

καὶ ἐκτησάμην τὸ περίζωμα κατὰ τὸν λόγον Κυρίου καὶ περιέθηκα περὶ τὴν ὀσφύν μου.

καὶ ἐγενήθη λόγος Κυρίου πρὸς μέ λέγων

Λάβε τὸ [*](U+05D0AQ)[*](9 ελθατωσαν U+05D0A | φαγειν] καταφαγειν A 10 om εμολυναν την με- ριδα μου U+05D0 | την μεριδα (-δαν U+05D0*) την επιθ.] μεριδα επιθ. U+05D0Q μεριδα μου επιθ. A | om μου 3° A | αβατον ερημον U+05D0 11 ετεθη] εγενηθη AQ | απω- λιας U+05D0 | ηφανισθη αφανισμω U+05D0 | ασα U+05D0* (πασα U+05D0?) | τιθενος U+05D0* (τιθεμ. U+05D0?) 12 ηλθον] ηλθοσαν A | οτι] incep εις U+05D0* | καταφαγεται] κατεφαγεν A | γης] pr γης ( + και A) εως ακρου της Bᵃᵇ ᵐᵍ U+05D0AQ) 13 εσπειρατε A | ακανθας U+05D0AQ | θεριζετε] θερισεται U+05D0 θερισατε AQ (Ωρ.: εν τισιν αντιγραφοις κειται εσπειρατε ӄ εθερισατε Qmg | εαυτους A | αισχυνθ.] + αισχυνην A | ονιδισμων U+05D0 | εναντιον Q 14 πονηρων] σκληρων A | εμερισα (ημ. A* εμ. A¹)] εμερικα U+05D0 | Ισραηλ] pr σ΄ ?? τω Qmg | αποσπω] ανασπω Q | Ιουδα U+05D0* (ν superscr) 15 om με A | κληρονομιαν] γην Q | om και εκαστον εις την γην αυτου U+05D0* (hab U+05D0c.a (?) ᵐᵍ) | γην] κληρονομιαν Q 16 μαθοντες] μανθανοντες A | μαθωσιν U+05D0AQ om του λαου (1°) A | του ομνυειν] τω ομν. U+05D0* | τω ονοματι] pr εν Q | τον bis scr U+05D0 | τη Βααλ] pr εν Q | οικοδομηθησεται] οικοδομηθησονται A (ωκοδ.) Q 17 επιστρεψωσιν] στρεψ sup ras Qa | om και 1° A | εξαρσει] εξαρξει A | απωλεια (-λια U+05D0)] + α΄σ΄θ΄ ?? φησῑ| κς Qmg XIII 1 Κυριος] + ?? προς με Qmg | διελεσεται B (ελε sup ras) 2 περιεθηκα bis scr Β* (non inst 2° Bᵇ: περιεθ. 2°, ras aliq in ε B? 3 εγενηθη] εγενετο A | με] + α΄σ θ΄ ?? δευτερον Qᵐᵍ)

251
περίζωμα τὸ περὶ τὴν ὀσφύν σου, καὶ ἀνάστηθι καὶ βάδισον ἐπὶ τὸν [*](B) Εὐφράτην, καὶ κατάκρυψον αὐτὸ ἐκεῖ ἐν τῇ τρυμαλιᾷ τῆς πέτρας.

καὶ ἐπορεύθην καὶ ἔκρυψα αὐτὸ ἐν τῷ Εὐφράτη, καθὼς ἐνετείλατό μοι Κύριος.

καὶ ἐγένετο μεθʼ ἡμέρας πολλὰς καὶ εἶπεν Κύριος πρὸς μέ Ἀνάστηθι βάδισον ἐπὶ τὸν Εὐφράτην, καὶ λάβε ἐκεῖθεν τὸ περίζωμα ὃ ἐνετειλάμην σοι τοῦ κατακρύψαι ἐκεῖ.

καὶ ἐπορεύθην ἐπὶ τὸν Εὐφράτην ποταμὸν καὶ ὤρυξα, καὶ ἔλαβον τὸ περίζωμα ἐκ τοῦ τόπου οὗ κατώρυξα αὐτὸ ἐκεῖ, καὶ ἰδοὺ διεφθαρμένον ἦν, ὃ οὐ μὴ χρησθῇ εἰς οὐθέν.