Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μαθεῖν.

καὶ ἐρεῖ Μενῶ τὸν θεὸν [*](6 το υδωρ το εκ του Σιλ. πορευομενον 301. om τον 2° B (pl?). του Ρομελ. QΓ 22 106 al. 7 Κυριος αναγει Β al. 8 ει] η MSS exc ℵ c.b A 106. συντελεσασθαι MSS exc Α 24. τα πλατη] το πλατος ℵBQ pl pr ωστε πληρωσαι MSS exc A. 9 επακουσατε MSS exc AQ. εως επ εσχατου Β*. 10 βουλην βουλευσησθε 36 87 106 pl. om τον MSS exc A. om εαν BQ (αν 109). om Κυριος 2° B pl. 11 om o θεος MSS exc A 26. 12 om ποτε V 22 al. ειπητε] ειπωσιν Β. 13 φοβος] βοηθος ℵ. 14 σοι] σου ℵ*Q 147. προσκομματος Q mg 301. om αυτω 2° B pl. οι δε οικοι BQ a et mg pl. 15 om οντες ℵ*B al. 16 του μη μαθειν MSS exc AV 26 106 ne discant Cyp (Test i 9).)

14
τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακώβ, καὶ πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ.

ἰδοὺ ἐγὼ καὶ τὸ, παιδία ἅ μοι ἔδωκεν ὃ θεός. καὶ ἔσται εἷς σημεῖα καὶ τέρατα ἐν τῷ Ἰσραὴλ παρὰ Κυρίου σαβαώθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών.

καὶ ἐὰν εἴπωσιν πρὸς ὑμᾶς Ζητήσατε τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας καὶ τοὺς ἐγγαστριμύθους, τοὺς κενολογοῦντας οἳ ἀπὸ τῆς κοιλίας φωνοῦσιν, οὐκ ἔθνος πρὸς θεὸν αὐτοῦ; τί ἐκζητῶσιν περὶ τῶν ζώντων τοὺς νεκρούς;

νόμον γὰρ εἷς βοήθειαν ἔδωκεν, ἵνα εἴπωσιν οὐχ ὡς τὸ τοῦτο, περὶ οὗ οὐκ ἔστιν δῶρα δοῦναι περὶ αὐτοῦ.

καὶ ἥξει ἐφ’ ὑμᾶς σκληρὰ λιμός, καὶ ἔσται ὡς ἂν πεινάσητε, λυπηθήσεσθε καὶ κακῶς ἐρεῖτε τὸν ἄρχοντα καὶ τὰ πάτρια, καὶ ἀναβλέψονται εἷς τὸν οὐρανὸν ἄνω,

καὶ εἰς τὴν γῆν κάτω ἐμβλέψονται· καὶ ἰδοὺ θλῖψις καὶ στενοχωρία καὶ σκότος, ἀπορία στενὴ καὶ σκότος ὥστε μὴ βλέπειν, καὶ οὐκ ἀπορηθήσεται ὃ ἐν στενοχωρίᾳ ἔως καιροῦ.

Τοῦτο πρῶτον πίε, ταχὺ ποίει, χώρα Ζαβουλών, ἡ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης, καὶ οἱ λοιποὶ οἱ τὴν παράλων κατοικοῦντες καὶ πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, τὰ μέρη τῆς Ἰουδαίας.

ὁ λαὸς ὃ καθήμενος ἐν σκότει, ἴδετε φῶς μέγα· οἱ κατοικοῦντες ἐν χώρᾳ, καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφ’ ὑμᾶς.

τὸ πλεῖστον τοῦ λαοῦ ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου, καὶ εὐφραν- θήσονται ἐνώπιόν σου ὡς οἱ εὐφραινόμενοι ἐν ἀμήτῳ, καὶ ὃν τρόπον εὐφραίνονται οἱ διαιρούμενοι σκῦλα.

διότι ἀφαιρεθήσεται ὃ ζυγὸς [*](18 om εις Β pl. Ισραηλ] pr οικω MSS exc Γ 26 41 106 306. 19 τους ενγαστρ. και τ. απο τ. γ. φωνουντας Β pl. εκ της κοιλιας MSS exc A 106. αυτου] + εκζητησουσιν Β al. εκζητωσιν] εκζητουσιν ℵΒQ οτι εκζητησουσιν 36 (106 307) al (om τι εκζητ. V 49). 21 πατρια] παταχρα 93 (cf Theodoret ad loc). 22 απορια στενη και σκοτος θλ. και στενοχ. Β al. εν στενοχωρια] ων MSS exc A 93. conj. εν στενοχωρια ων. ως καιρου του το πρωτον ταχυ επειτα παχυ ποιει Ed. IX 1 om οδον θαλασσης ℵ*Β pl. παραλιαν BQ pl (- λιον ℵΑ 106 305). om κατοικουντες ℵ*Β al. τα μερη της Ιουδαιας] om Β* al τα μερη της Γαλιλαιας των εθνων 22 al τα μερη των εθνων της Ιουδαιας 301). 2 καθημενος] πορευομενος ℵBQ pl καθημ. Α 24 49 106 109 301). ιδετε] ειδε ℵC) 22 al ιδε 97 228 ιδετω 36 49 106 (301) 305. 0111 και ℵ*B al. σκιας 48 al λαμψει] ανετειλεν 301. 3 om ευφραινονται BQ pl. 4 αφηρητα(??) ℵΒQ mg pl.)

15
ὃ ἐπ’ αὐτῶν κείμενος, καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν· τὴν γὰρ ῥάβδον τῶν ἀπαιτούντων διεσκέδασεν Κύριος, ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιάμ.

ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσιν, καὶ θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυστοι,

ὅτι παιδίον ἐγενήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλέσει τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἅγγελος, θαυμαστὸς σύμβουλος, ἰσχυρός, ἐξουσιαστής, ἅρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος· ἐγὼ γὰρ ἄξω εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, εἰρήνην καὶ ὑγίαν αὐτῷ.

Μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον, ἐπὶ τὸν θρόνον Δαυεὶδ καὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτὴν καὶ ἀντιλαβέσθαι αὐτῆς ἐν δικαιοσύνῃ καὶ ἐν κρίματι, ἀπὸ τοῦ νῦν καὶ εἷς τὸν αἰῶνα χρόνον· ὃ ζῆλος Κυρίου σαβαὼθ ποιήσει ταῦτα.

Θάνατον ἀπέστειλεν Κύριος ἐπὶ Ἰακώβ, καὶ ἦλθεν ἐπὶ Ἰσραήλ

καὶ γνώσονται πᾶς, ὃ λαὸς τοῦ Ἐφράιμ, καὶ οἶ ἐγκαθήμενοι ἐν Σαμαρείᾳ ἐφ’ ὕβρει καὶ ὑψηλῇ καρδίᾳ, λέγοντες

Πλίνθοι πεπτώκασιν, ἀλλὰ δεῦτε λαξεύσωμεν λίθους, καὶ ἐκκόψωμεν συκαμίνους καὶ κέδρους, καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πύργον.

καὶ ῥάξει ὃ θεὸς τοὺς ἐπανιστανομένους ἐπ’ ὅρους Σιὼν ἐπ’ αὐτούς, καὶ τοὺς ἐχθροὺς αὐτῶν διασκεδάσει,

Συρίαν ἀφ’ ἡλίου ἀνατολῶν καὶ τοὺς Ἕλληνας ἀφ’ ἡλίου δυσμῶν, τοὺς κατεσθίοντας τὸν Ἰσραὴλ ὅλῳ τῷ στόματι. ἐπὶ τούτοις πᾶσιν οὔκ ἀπεστράφη ὁ θυμός, ἀλλ’ ἔτι ἡ χεὶρ ὑψηλή.

καὶ ὁ λαὸς οὐκ ἀπεστράφη ἔως ἐπλήγη, καὶ τὸν κύριον οὔκ ἐξεζήτησαν.