Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ. ἐκείνῃ θρέψει ἅνθρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα·

καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα, βούτυρον καὶ μέλι φάγεται πᾶς ὃ καταλειφθεὶς ἐπὶ τῆς γῆς.

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς τόπος οὗ ἐὰν ὦσιν χίλιαι ἄμπελοι χιλίων σίκλων, εἷς χέρσον ἔσονται καὶ ἄκανθαν·

μετὰ βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ, ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ·

καὶ πᾶν ὄρος ἀροτριώμενον ἀροτρια θήσεται· καὶ οὐ μὴ ἐπέλθῃ ἐκεῖ φόβος· ἔσται γὰρ ἀπὸ τῆς χέρσου καὶ ἀκάνθης εἷς βόσκημα προβάτου καὶ εἷς καταπάτημα βοός.

Καὶ εἶπεν Κύριος πρὸς μέ Λάβε σεαυτῷ τόμον χάρτου καινοῦ μεγάλου, καὶ γράψον εἷς αὐτὸν γραφίδι ἀνθρώπου τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων · πάρεστιν γάρ·

καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν καὶ τὸν Ζαχαρίαν υἱὸν Βαραχίου.

καὶ προσῆλθεν πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν υἱόν. καὶ εἶπεν Κύριός μοι Κάλεσον τὸ ὄνομα αὐτοῦ Ταχέως σκύλευσον, ὀξέως προνόμευσον.

διότι πρὶν ἢ γνῶναι τὸ παιδίον [*](18 μ. ο κυριευσει Β αι κυριευσουσι 22 *vid 24 al αι κυριευουσι 61 62 al ’ μυια η κυριευσει V). μερος ℵ * Β al. 19 ελευσ. κ. αναπανσ. παντες 22 24 pl om και αναπανσονται B. επι] εις MSS exc A 239 306. ραγαδαν Α. om και εν παντι ξυλω Β om εν 62 147. 20 τω ξυρω] pr εν Β 228 233 301. μεγαλω και μεμεθυσμενω] μεμισθωμενω B μεγ. τω μεμεθυσμ. QV 26 al) om o εστιν ℵ * Β pl. 22 ποιειν] πιειν Ed Rom. 23 εις ακανθαν θας ℵ*)ℵΒQ pl. 24 χερσος] χερος Α *. 25 om και ° ℵB pl. om εις ℵ * B pl. βοος] βοων 301 (om BM 21259). VIII 1 τομ. χαρτου καινου μεγαλου] τομον καινον μεγαν 22 41 106 al τομον καινον 62 147. om χαρτου ℵBQ pl. 2 Ουριαν] τον ιερεα V 26 36 pl. om τον ° B pl. 3 προσηλθον Β pl.)

13
καλεῖν πατέρα ἢ μητέρα, λήμψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων.

Καὶ προσέθετο Κύριος λαλῆσαί μοι ἔτι

Διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῇ, ἀλλὰ. βούλεσθαι ἔχειν τὸν ῾Ραασσὼν καὶ τὸν υἱὸν ῾Ρομελίου βασιλέα ἐφ᾿ ὑμῶν,

διὰ τοῦτο ἰδοὺ ἀνάγει Κύριος ἐφ᾿ ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολύ, τὸν βασιλέα τῶν Ἀσσυρίων καὶ τὴν δόξαν αὐτοῦ· καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν, καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν,

καὶ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον ὃς δυνήσεται κεφαλὴν ἆραι εἰ δυνατὸν συντελέσαι τι· καὶ ἔσται ἡ παρεμβολὴ αὑτοῦ τὰ πλάτη τῆς χώρας σου. μεθ᾿ ἡμῶν ὃ θεός.

γνῶτε ἔθνη καὶ ἡττᾶσθε, ἐπακούσετε ἔως ἐσχάτου τῆς γῆς, ἰσχυκότες ἡττᾶσθε· ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηθήσεσθε.

καὶ ἥν ἂν βουλεύσησθε βουλὴν διασκεδάσει Κύριος, καὶ τὸν λόγον ὃν ἐὰν λαλήσητε οὐ μὴ ἐμμείνῃ ὑμῖν, ὅτι μεθ᾿ ἡμῶν Κύριος ὁ θεός.

οὕτω λέγει Κύριος ὁ θεός Τῇ ἰσχυρᾷ χειρὶ ἀπειθοῦσιν τῇ πορείᾳ, τῆς ὁδοῦ τοῦ λαοῦ τούτου, λέγοντες

Μή ποτε εἴπητε σκληρόν· πᾶν γὰρ ὃ ἂν εἴπῃ ὁ λαὸς οὗτος σκληρόν ἐστιν· τὸν δὲ φόβον αὐτοῦ οὐ μὴ φοβηθῆτε οὐδ᾿ οὐ μὴ ταραχθῆτε·

Κύριον αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται σου φόβος.

καὶ ἐὰν ἐπ᾿ αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγίασμα, καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσεσθε αὐτῷ, οὐδὲ ὡς πέτρας πτώματι. ὁ δὲ οἶκος Ἰακὼβ ἐν παγίδι, καὶ ἐν κοιλάσματι ἐγκαθήμενοι ἐν Ἰερουσαλήμ·

διὸ, τοῦτο ἀδυνατήσουσιν ἐν αὐτοῖς πολλοί, καὶ πεσοῦνται καὶ συντριβήσονται, καὶ ἐγγιοῦσιν καὶ ἁλώσονται ἅνθρωποι ἐν ἀσφαλείᾳ ὄντες.