Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

οἱ ἁγνιζόμενοι καὶ καθαριζόμενοι εἷς τοὺς κήπους, καὶ ἐν τοῖς προθύροις ἔσθοντες κρέας ὕιον καὶ τὸ. βδελύγματα καὶ τὸν μῦν, ἐπὶ τὸ αὐτὸ καταναλωθήσονται, εἶπεν Κύριος.

Κἀγὼ τὰ ἔργα αὐτῶν καὶ τὸν λογισμὸν αὐτῶν· ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας, καὶ ἥξουσιν καὶ ὄψονται τὴν δόξαν μου.

καὶ καταλείψω ἐπ’ αὐτῶν σημεῖα, καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσωσμένους εἷς τὰ ἔθνη, εἷς Θαρσεῖς καὶ Φοὺδ καὶ Λοὺδ καὶ Μόσοχ, καὶ Θοβὲλ καὶ εἷς τὴν Ἑλλάδα καὶ εἷς τὰς νήσους τὰς πόρρω, οἲ οὐκ ἀκηκόασίν μου τὸ ὄνομα οὐδὲ ἑωράκασιν τὴν δόξαν μου, καὶ ἀναγγελοῦσίν μου τὴν δόξαν ἐν τοῖς ἔθνεσιν.

καὶ ἄξουσιν τοὺς ἀδελφοὺς ὑμῶν ἐκ πάντων τῶν ἐθνῶν δῶρον Κυρίῳ, μεθ’ ἵππων καὶ ἁρμάτων ἐν λαμπήναις ἡμιόνων μετὰ σκιαδίων, εἷς τὴν ἁγίαν πόλιν Ἰερουσαλήμ, εἶπεν Κύριος, ὡς ἂν ἐνέγκαισαν οἶ υἱοὶ Ἰσραὴλ ἐμοὶ τὰς θυσίας αὐτῶν μετὰ ψαλμῶν εἰς τὸν οἶκον Κυρίου.