Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

ὡς εἶ τινα μήτηρ παρακαλέσει, ὅτι οὕτως καὶ ἐγὼ παρακαλέσω ὑμᾶς, καὶ ἐν Ἰερουσαλὴμ παρακληθήσεσθε.

καὶ ὄψεται καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὰ ὀστᾶ ὑμῶν ὡς βοτάνη ἀνατελεῖ· καὶ γνωσθήσεται ἡ χεὶρ Κυρίου τοῖς σεβομένοις αὐτόν, καὶ ἀπειλήσει τοῖς ἀπειθοῦσιν.

ἰδοὺ ἰδοὺ γὰρ Κύριος ὡς πῦρ ἥξει, καὶ ὡς καταιγὶς τὸ. ἅρματα αὐτοῦ, ἀποδοῦναι ἐν θυμῷ ἐκδίκησιν καὶ ἀποσκορακισμὸν ἐν φλογὶ πυρός.

ἐν γὰρ τῷ πυρὶ Κυρίου καταναλωθήσεται πᾶσα ἡ γῆ, καὶ ἐν τῇ αὑτοῦ πᾶσα σάρξ· πολλοὶ τραυματίαι ἔσονται ὑπὸ Κυρίου.