Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

ὤμοσεν Κύριος κατὰ τῆς δόξης αὐτοῦ καὶ κατὰ τῆς ἰσχύος τοῦ βραχίονος αὐτοῦ Εἰ ἔτι δώσω τὸν σῖτόν σου καὶ οὐκέτι καὶ τὸ, βρώματά σου τοῖς ἐχθροῖς σου, καὶ ἔτι πίονται υἱοὶ ἀλλότριοι [*](9 εκγονα αυτων]+εν μεσω των λαων MSS exc ℵ? AQ 26 239 306. 10 εν ευφροσυνη] om εν MSS exc A ευφροσυνην ℵ 2 39. ευφροσυνης]+περιεβαλε βαλεμε 36 al. περιεθηκεν μοι ως νυμφιω μιτραν B(V) 109 305. 11 κηπος MSS exc AQ 26 41 86. αυτου]+ανατελει Q mgV (109) 305+εκφυει (-φυη 22* 106 al) 22corr 48 al. Κυριος Κυριος BQ mg al LXII 1 μου 10] αυτης Β 22 al. 2 om σου 3° B 3.1. 4 pr ετι Β 22 al. οικουμενη]+οτι ευδοκησεν Κυριος εν σοι και η γη σου συνοικισθησεται Β pl (txt ℵΑQ* 26 41 109 2 39 305 306, om και η γη σου συνοικ. 198). 5 om μετα σου BQ al. 8 δοξης] δεξιας Β a. ισχυος· δοξης ℵQ. σου 2°] om B (om και τα βρωματα σου θ’). ετι 2°] pr exc A 144. αλλοτριων 147 233.)

97
τὸν οἶνόν σου ἐφ᾿ ᾧ ἐμόχθησας·

ἀλλ᾿ ἢ οἱ συνάγοντες φάγονται αὐτὸ. καὶ αἰνέσουσιν Κύριον, καὶ οἱ συνάγοντες πίονται αὐτὰ ἐν ταῖς ἐπαύλεσιν ταῖς ἁγίαις σου.

πορεύεσθε διὸ. τῶν πυλῶν μου καὶ ὁδοποιήσατε τῷ λαῷ μου καὶ τοὺς λίθους τοὺς ἐκ τῆς ὁδοῦ διαρράψατε. ἐξάρατε σύσσημον εἰς τὸ. ἔθνη.

ἰδοὺ γὰρ Κύριος ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τῆς εἴπατε τῇ θυγατρὶ Σιών Ἰδού σοι ὅ σωτὴρ παραγίνεται ἔχων τὸν ἑαυτοῦ μισθόν, καὶ τὸ ἔργον πρὸ προσώπου αὐτοῦ.

καὶ καλέσει αὐτὸν Λαὸν ἅγιον, λελυτρωμένον ὑπὸ Κυρίου, σὺ δὲ κληθήσῃ Ἐπιζητουμένη πόλις, καὶ Οὐκ ἐγκαταλελιμμένη.

Τίς οὗτος ὃ παραγινόμενος ἐξ Ἐδώμ, ἐρυθήματα ἱματίων ἐκ Βόσορ; οὕτως ὡραῖος ἐν στολῇ,βίᾳ μετὰ ἰσχύος; ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου.

διὰ τί σου ἐρυθρὰ τὰ, ἱμάτια, καὶ τὰ, ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ;

πλήρης καταπεπατημένης, καὶ τῶν ἐθνῶν οὔκ ἔστιν ἀνὴρ μετ᾿ ἐμοῦ, καὶ κατεπάτησα αὐτοὺς ἐν θυμῷ, καὶ κατέθλασα αὐτοὺς ὡς γῆν, καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἷς γῆν.

ἡμέρα γὰρ ἀνταποδόσεως ἐπῆλθεν αὑτοῖς, καὶ ἐνιαυτὸς λυτρώσεως πάρεστιν.

καὶ ἐπέβλεψα, καὶ οὐδεὶς καὶ προσενόησα, καὶ οὐθεὶς ἀντελαμβάνετο· καὶ ἐρρύσατο αὐτοὺς ὁ βραχίων μου, καὶ ὁ θυμός μου ἐπέστη.

καὶ κατεπάτησα αὐτοὺς τῇ ὀργῇ μου, καὶ κατήγαγον τὸ αἷμα αὑτῶν εἷς γῆν.

Τὸν ἔλεον Κυρίου ἐμνήσθην, τὰς ἀρετὰς Κυρίου ἐν πᾶσιν οἷς ὁ Κύριος ἀνταποδίδωσιν. Κύριος κριτὴς ἀγαθὸς τῷ οἴκῳ Ἰσραήλ, ἐπάγει ἡμῖν κατὰ τὸ ἔλεος αὐτοῦ καὶ κατὰ τὸ πλῆθος τῆς [*](9 om η ℵ*Β al. συναγαγοντες bis B αἱ. σου] μου MSS exc Α 106 μου ταις αγιαις 22 al). 10 om τους 2° BQ pl. 11 ακουσον Α*. o σωτηρ σοι Β (σου 22 pl μου 106). παραγεγονεν BQ 22 al. το εργον]+αυτου ℵΒ 22 pl.) [*](LXIII 1 Εδωμ] Εδεμ Α. ερυθημα (-θρημα ℵ) MSS exc A. ιματιων]+ αυτου 61 86 93 147 +σου 90 144 eius Tertullian (Adv Marc iv 40) ουτως] ουτος 41 62 al. a πατηρου] πατηματος Q. 3 πληρης] πληρους ℵV 41 al pleno conculcato Tertull pleni et conculcati Cyp (Ep lxiii 7) +ληνον επατησα μονωτατος (22) 48 al. θυμω]+μου B 22 al. 4 ανταποδωσεως Α. επηλθεν] ηλθεν BQ pl. 5 ουδεις] ουκ ην MSS exc ℵAQ 36 86 106. 7 om ο Κυριος ℵB pl om ο Q al.)

98
δικαιοσύνης αὐτοῦ.

καὶ εἶπεν Οὐχ ὃ λαός μου; τέκνα, καὶ οὗ μὴ ἀθετήσωσιν· καὶ ἐγένετο αὐτοῖς εἷς σωτηρίαν

ἐκ πάσης θλίψεως. οὗ πρέσβεις οὐδὲ ἅγγελος, ἀλλ’ αὐτὸς Κύριος ἔσωσεν αὐτούς, διὰ τὸ ἀγαπᾶν αὐτοὺς καὶ φείδεσθαι αὐτῶν· αὑτὸς ἐλυτρώσατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτούς, καὶ ὕψωσεν αὐτοὺς πάσας τὰς ἡμέρας τοῦ αἰῶνος.

αὐτοὶ δὲ ἠπείθησαν καὶ παρώξυναν τὸ πνεῦμα τὸ ἅγιον· καὶ ἐστράφη αὐτοῖς εἷς ἔχθραν, καὶ αὐτὸς ἐπολέμησεν αὐτούς.

καὶ ἐμνήσθη ἡμερῶν αἰωνίων ὅ ἀναβιβάσας ἐκ γῆς τὸν ποιμένα τῶν προβάτων· ποῦ ἐστιν ὅ θεὶς ἐν αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον;

ὁ ἀγαγὼν τῇ δεξιᾷ Μωσῆ, ὅ βραχίων τῆς δόξης αὐτοῦ; κατίσχυσεν ὕδωρ ἀπὸ προσώπου αὐτοῦ, ποιῆσαι αὐτῷ ὄνομα αἰώνιον.

καὶ ἤγαγεν αὐτοὺς διὰ τῆς ἀβύσσου, ὡς ἵππον δι’ ἐρήμου, καὶ οὐκ ἐκοπίασαν,

καὶ ὡς κτήνη διὰ πεδίου· καὶ κατέβη πνεῦμα παρὰ Κυρίου καὶ ὡδήγησεν αὐτούς· οὕτως ἤγαγες τὸν λαόν σου, ποιῆσαι σεαυτῷ ὄνομα δόξης.

Ἐπίστρεψον ἐκ τοῦ οὐρανοῦ καὶ ἴδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ δόξης· ποῦ ἐστιν ὁ ζῆλός σου καὶ ἡ ἰσχύς σου; ποῦ ἐστιν τὸ πλῆθος τοῦ ἐλέους σου καὶ τῶν οἰκτειρμῶν σου, ὅτι ἀνέσχου ἡμῶν;