Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

καὶ ὅ λαός σου πᾶς δίκαιος, καὶ διὰ αἰῶνος κληρονομήσουσιν τὴν γῆν, φυλάσσων τὸ φύτευμα, ἔργα χειρῶν αὑτοῦ εἰς δόξαν.

ὁ ὀλιγοστὸς ἔσται εἷς χιλιάδας, καὶ ὅ ἐλάχιστος εἷς ἔθνος μέγα· ἐγὼ Κύριος κατὰ καιρὸν συνάξω αὐτούς.

Πνεῦμα Κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν με ἰάσασθαι τοὺς συντετριμμένους τῇ καρδία, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν,

καλέσαι ἐνιαυτὸν Κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως, παρακαλέσαι πάντας τοὺς πενθοῦντας,

δοθῆναι τοῖς πενθοῦσιν Σιὼν δόξαν ἀντὶ σποδοῦ, ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσιν, καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας· καὶ κληθήσονται γενεαὶ δικαιοσύνης, φύτευμα Κυρίου εἶς δόξαν.

καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίας. ἐξερημωμένας προτέρας ἐξαναστήσουσιν· καὶ καινιοῦσιν πόλεις ἐρήμους, ἐξερημωμένας εἷς γενεάς.

καὶ ἥξουσιν ἀλλογενεῖς ποιμαίνοντες τὸ. πρόβατά σου, καὶ ἀλλόφυλοι ἀροτῆρες καὶ ἀμπελουργοί·

ὑμεῖς δὲ ἱερεῖς Κυρίου κληθήσεσθε, καὶ λειτουργοὶ θεοῦ· ἰσχὺν ἐθνῶν κατέδεσθε καὶ ἐπὶ τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε.

οὕτως ἐκ δευτέρας κληρονομήσουσιν τὴν γῆν, καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὑτῶν.

ἐγὼ γάρ εἶμι Κύριος ὃ ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας· καὶ δώσω τὸν μόχθον αὐτῶν δικαίοις, καὶ διαθήκην αἰώνιον διαθήσομαι αὐτοῖς.

καὶ γνωσθήσεται έν τοῖς [*](19 σοι 1°]+ετι MSS exc ℵΑQ 106 306. σοι 2°] σε ℵ 10 δυσεται] δυνησεται ℵ*Β*. ο ηλιος σου A 26] om σου 62 al ο ηλ. σοι Β 111 σοι ο ηλιος 22 147 al. 21 om και 2° B LXI 1 πτωχοις] ταπεινοις ℵ*Q mg. την καρδιαν Β al corde Cyp (Test ii 10). 3 Σιων]+αυτοις ℵ*Β 31. 4 εξηρημωμενας bis BQ. προτερας] προτερον Β pl το προτερον ℵ 147 233. 6 om και 1° MSS exc Α 86. ισχυς Α. επι] εν MSS exc Α. 7 ουτως] pr αντι της αισχυνης υμων (ημων 106) διπλας και εντροπης αγαλλιασονται μερις αυτων 22 62 106 al. ουτως τ. γην εκ δευτερας κληρονομ. BV δια τουτο τ. γην εκ δευτερου κληρονομ. 22 al.)

96
ἔθνεσιν τὸ σπέρμα αὐτῶν, καὶ τὰ, ἔκγονα αὐτῶν· πᾶς ὁ ὁρῶν αὐτοὺς ἐπιγνώσεται αὐτούς, ὅτι οὗτοί εἰσιν σπέρμα ηὐλογημένον ὑπὸ θεοῦ,

καὶ ἐν εὐφροσύνῃ εὐφρανθήσονται ἐπὶ Κύριον. Ἀγαλλιάσθω ἦ ψυχή μου ἐπὶ τῷ κυρίῳ· ἐνέδυσεν γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης, ὡς νυμφίῳ περιέθηκέν μοι μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέν με κόσμῳ.

καὶ ὡς γῆν αὔξουσαν τὸ ἄνθος αὐτῆς, καὶ ὡς κῆπον τὰ σπέρματα αὐτοῦ, οὕτως ἀνατελεῖ Κύριος δικαιοσύνην καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν.

Διὰ Σιὼν οὐ σιωπήσομαι, καὶ διὰ Ἰερουσαλὴμ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη μου, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται.

καὶ ὄψονται ἔθνη τὴν δικαιοσύνην σου καὶ βασιλεῖς τὴν δόξαν σου, καὶ καλέσει σε τὸ ὄνομά σου τὸ καινὸν ὃ ὃ κύριος ὀνομάσει αὐτό.

καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου, καὶ διάδημα βασιλείας ἐν χειρὶ θεοῦ σου.

καὶ οὐκέτι κληθήσῃ Καταλελιμμένη, καὶ ἡ γῆ σου οὐ κληθήσεται Ἔρημος· σοὶ γὰρ κληθήσεται Θέλημα ἐμόν, καὶ τῇ γῇ σου Οἰκουμένη.

καὶ ὡς συνοικῶν νεανίσκος παρθένῳ, οὕτως κατοικήσουσιν οἱ υἱοί σου μετὰ. σοῦ· καὶ ἔσται ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί.

Καὶ ἐπὶ τῶν τειχέων σου, Ἰερουσαλήμ, κατέστησα φύλακας ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα, οἳ διὰ τέλους οὐ σιωπήσονται μιμνησκόμενοι Κυρίου.

οὐκ ἔστιν γὰρ ὑμῖν ὅμοιος· ἐὰν διορθώσῃ, καὶ ποιήσῃ Ἰερουσαλὴμ ἀγαυρίαμα ἐπὶ τῆς γῆς.