Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

οὐ γάρ εἶσιν αἱ βουλαί μου ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδὲ ὥσπερ αἱ ὁδοὶ ὑμῶν αἱ ὁδοί μου, λέγει Κύριος·

ἀλλ᾿ ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν καὶ τὸ, διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου.

ὡς γὰρ ἐὰν καταβῇ ὑετὸς ἢ χιὼν ἀπὸ τοῦ οὐρανοῦ, καὶ οὗ μὴ ἀποστραφῆ ἕως ἂν μεθύσῃ τὴν γῆν, καὶ ἐκτέκῃ, καὶ βλαστήσει, καὶ δώσει σπέρμα τῷ σπείροντι καὶ ἅρτον εἷς βρῶσιν·

οὕτως ἔσται τὸ ῥῆμά μου ὃ ἐὰν ἐξέλθῃ ἐκ τοῦ στόματός μου, οὐ μὴ ἀποστραφῇ ἕως ἂν συντελεσθῇ ὅσα ἠθέλησα, καὶ εὐοδώσω τὰς ὁδούς σου καὶ τὰ ἐντάλματά μου.

ἐν γὰρ εὐφροσύνῃ ἐξελεύσεσθε καὶ ἐν χαρᾷ διδαχθήσεσθε· τὰ γὰρ ὅρη καὶ οἱ βουνοὶ ἐξαλοῦνται προσδεχόμενοι ὑμᾶς ἐν χαρᾷ, καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐπικροτήσει τοῖς κλάδοις,

καὶ ἀντὶ τῆς στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ [*](LV 1 πιετε] φαγετε Β al πιεσθε V 90 edite Cyp (Test iii 100) cod opt. 1 ακουσατε μοι] ακουσασθε μοι ℵ om μοι Q om B. 3 ωτιοις ωσιν MSS exc AQ 16 86. εισακουσατε ℵ*ΒQ*vid. υμων 2°] ημων 4 δεδωκα] εδωκα Β. 5 ηδεισαν] οιδασιν ℵΒ 211. επικαλεσωνται Α. 6 ηνικα]+δ ℵΒQ pl cum autem Cyp (Test iii 11). εγγιζει Α 87 104 106 144. 7 απολειπετω AQa. 8 om λεγει Κυριος Q*. 10 εαν αν ℵΒ. υετος BQ. αποστραφη]+προς με κενου 11 86 pl. εκβλαστηση ΜSS exc A 61 305. δωσει] δω MSS exc Α (16) 198. 11 συντελεσθη τελεσθη Β συντελεση 36 al. 11 τρου αγρου Α.)

88
τῆς κονύζης ἀναβήσεται μυρσίνη· καὶ ἔσται Κύριος εἷς ὄνομα καὶ εἷς σημεῖον αἰώνιον, καὶ οὔκ ἐκλείψει.

Τάδε λέγει Κύριος Φυλάσσεσθε κρίσιν, ποιήσατε δικαιοσύνην· ἤγγισεν γὰρ τὸ σωτήριόν μου παραγίνεσθαι, καὶ τὸ ἔλεός μου ἀποκαλυφθῆναι.

μακάριος ἀνὴρ ὁ ποιῶν ταῦτα, καὶ ἅνθρωπος ὃ ἀντεχόμενος αὐτῶν, καὶ φυλάσσων τὰ σάββατα μὴ βεβηλοῦν, καὶ διατηρῶν τὰς χεῖρας αὐτοῦ μὴ ποιεῖν ἀδίκημα.

μὴ λεγέτω ὁ ἀλλογενὴς ὃ προσκείμενος πρὸς Κύριον Ἀφοριεῖ με ἄρα Κύριος ἀπὸ τοῦ λαοῦ αὐτοῦ· καὶ μὴ λεγέτω ὃ εὐνοῦχος ὅτι Ἐγώ εἰμι ξύλον ξηρόν.

τάδε λέγει Κύριος τοῖς εὐνούχοις ὅσοι ἂν φυλάξωνται τὰ σάββατά μου καὶ ἐκλέξωνται ἅ ἐγὼ θέλω καὶ ἀντέχωνται τῆς διαθήκης μου,

δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστόν, κρείσσων υἱῶν καὶ θυγατέρων, ὄνομα αἰώνιον δώσω αὐτοῖς, καὶ οὐκ ἐκλείψει.

καὶ τοῖς ἀλλογενέσιν τοῖς προσκειμένοις πρὸς Κύριον δουλέυειν αὐτῷ, καὶ ἀγαπᾶν τὸ ὄνομα Κυρίου, τοῦ εἶναι αὐτῷ εἷς δούλους καὶ δούλας, καὶ πάντας τοὺς φυλασσομένους τὰ σάββατά μου μὴ βεβηλοῦν, καὶ ἀντεχομένους τῆς διαθήκης μου,