Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς θεοῦ, ἐν πολλῇ εἰρήνῃ τὰ τέκνα σου.

καὶ ἐν δικαιοσύνῃ οἰκοδομηκαὶ θήσῃ· ἀπέχου ἀπὸ ἀδίκου, καὶ οὐ φοβηθήσῃ, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι.

ἰδοὺ ἰδοὺ προσήλυτοι προσελεύσονταί σοι δι’ ἐμοῦ, καὶ ἐπὶ σὲ καταφεύξονται.

ἰδοὺ ἐγὼ κτίζω σε, οὐχ ὡς χαλκεὺς φυσῶν ἄνθρακας καὶ ἐκφέρων σκεῦος εἰς ἔργον· ἐγὼ δὲ ἔκτισά σε, οὐκ εἰς ἀπώλειαν φθεῖραι.

πᾶν σκεῦος φθαρτόν, ἐπὶ δὲ σὲ οὐκ εὐδοκήσω· καὶ πᾶσα φωνὴ ἥ ἀναστήσεται ἐπὶ σὲ εἰς κρίσιν, πάντας αὐτοὺς ἡττήσεις, οἱ δὲ ἔνοχοί σου ἔσονται ἐν αὐτῇ. ἔστιν κληρονομία τοῖς θεραπεύουσιν Κυρίῳ, καὶ ὑμεῖς ἔσεσθέ μοι δίκαιοι, λέγει Κύριος.

[*](3 κατοικησεις] κατοικιεις ℵΒQ pl. 5 αυτος θεος ℵBQ pl. ολιγοψυχον A a?mg MSS exc A*. ο Κυριος Β. 7 κατελειπον A. 8 ηλεησα] ελεησω Mss exc AQ* 26 106 306. 10 μεταστησεσθαι BQa al (-σασθαι ℵΑQ *vid 106) μεταστησαι 22 al. ειπ. γαρ ιλεως σοι Κυριε 15 δι εμου] + και παροικησουσιν σοι BQ mg pl. 16 κτιζω] εκτισα Β 17 φθαρτον] σκευαστον Β al τον ℵ*. om δε 1° MSS exc A ευοδωσω ℵBQ ευοδωθησεται 22 al. om η ℵ*B.)
87

Οἱ διψῶντες, πορεύεσθε ἐφ’ ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε, καὶ πίετε ἄνευ ἀργυρίου καὶ τιμῆς οἴνου καὶ στέαρ.

ἵνα τί τιμᾶσθε ἀργυρίου, καὶ τὸν μόχθον ὑμῶν οὐκ εἷς πλησμονήν; ἀκούσατέ μοι, καὶ φάγεσθε ἀγαθά, καὶ ἐντρυφήσει ἒν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν.

προσέχετε τοῖς ὠτίοις ὑμῶν καὶ ἐπακολουθήσατε ταῖς ὁδοῖς μου· ἐπακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν, καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαυεὶδ τὰ πιστά.

ἰδοὺ μαρτύριον ἐν ἔθνεσιν δέδωκα αὐτόν, ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν.

ἔθνη ἅ οὐκ ᾔδεισάν σε ἐπικαλέσονταί σε, καὶ λαοὶ οἳ οὐκ ἐπίστανταί σε ἐπὶ σὲ καταφεύξονται, ἕνεκεν τοῦ θεοῦ σου τοῦ ἁγίου Ἰσραήλ, ὅτι ἐδόξασέν σε.

Ζητήσατε τὸν θεόν, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε· ἡνίκα ἂν ἐγγίζῃ ὐγῖν,

ἀπολιπέτα ὁ ἀσεβὴς τὰς ὁδοὺς αὑτοῦ καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς αὐτοῦ καὶ ἐπιστραφήτω ἐπὶ Κύριον, καὶ ἐλεηθήσεται, ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμῶν.