Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

ὥσπερ γὰρ ἱμάτιον βρωθήσεται ὑπὸ χρόνου, καὶ ὥσπερ ἔρια βρωθήσεται ὑπὸ σητός, ἦ δὲ δικαιοσύνη μου εἶς τὸν αἰῶνα ἔσται, τὸ δὲ σωτήριόν μου εἷς γενεὰς γενεῶν.

Ἑξεγείρου ἐξεγείρου Ἰερουσαλήμ, καὶ ἔνδυσαι τὴν ἰσχὺν τοῦ βραχίονός σου· ἐξεγείρου ὡς ἐν ἀρχῇ ἡμέρας, αἷς γενεὰ αἰῶνος. οὗ σὺ εἴ

ἡ ἐρημοῦσα θάλασσαν, ὕδωρ ἀβύσσου πλῆθος ; ἦ θεῖσα τὰ βάθη τῆς θαλάσσης ὁδὸν διαβάσεως ῥυομένοις

καὶ λελυτρωμένοις; ὑπὸ γὰρ Κυρίου ἀποστραφήσονται, καὶ ἥξουσιν εἷς Σιὼν μετ’ εὐφροσύνης καὶ ἀγαλλιάματος αἰωνίου· ἐπὶ γὰρ τῆς κεφαλῆς αὐτῶν ἀγαλ- λίαμα καὶ αἴνεσις, καὶ εὐφροσύνη καταλήμψεται αὐτούς, ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός.

ἐγώ εἶμι ἐγώ εἶμι ὃ παρακαλῶν σε· γνῶθι τίνα εὐλαβηθεῖσα ἐφοβήθης ἀπὸ ἀνθρώπου θνητοῦ καὶ ἀπὸ υἱοῦ ἀνθρώπου, οἳ ὡσεὶ χόρτος ἐξηράνθησαν.

καὶ ἐπελάθου θεὸν τὸν ποιήσαντά σε, τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ θεμελιώ- σαντα τὴν γῆν· καὶ ἐφόβου ἀεὶ πάσας τὰς ἡμέρας τὸ πρόσωπον τοῦ θυμοῦ θλίβοντός σε, ὃν τρόπον γὰρ ἐβουλεύσατο τοῦ ἀραί σε· καὶ νῦν ποῦ ὃ θυμὸς τοῦ θλίβοντός σε ;