Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

καὶ ἐρεῖς ἐν τῇ καρδίᾳ σου Τίς ἐγέννησέν μοι τούτους; ἐγὼ δὲ ἄτεκνος καὶ χήρα, τούτους δὲ τίς ἐξέθρεψέν μοι; ἐγὼ δὲ κατελείφθην μόνη, οὗτοι δέ μοι ποῦ ἦσαν;

Οὕτως λέγει Κύριος Ἰδοὺ αἴρω εἷς τὸ. ἔθνη τὴν χεῖρά μου, καὶ εἷς τὰς νήσους ἀρῶ σύνσημόν μου, καὶ ἄξουσιν τοὺς υἱούς σου ἐν κόλπῳ, τὰς δὲ [*](9 om και 2° Β pl. om αυτων 1° B pl. 10 om μη MSS 12 ερχονται] ηξουσιν Β 22 pl. om ουτοι ° Q 198 om ουτοι απο (2°) ℵ*B 14 εγκαταλειπεν ΑΒ* κατελειπεν Q*vid) o] οτι Β. θεος] Κυριος ℵΒQ al. 15 μητηρ] γυνη MSS exc A 26 86 (non mg) 109 305. του μη] pr η ℵ*BQ pl. εγγονα ℵ 106 al. 16 εζωγραφηκα ℵΒ. 18 ενδυση] pr ως κοσμον Β + ως κοσμον V + ως στολην 22 al omnibus illis indueris Tyconius 82. νυμφης] ως νυμφη BV novae κυρία( Tyc. 19 κατεφθαρμενα ℵ*Β. ενοικουντων] κατοικ. ℵBQ pl. 20 ατωλεκας Α 106 απωλεσας 22 87 109 305 pl. 21 χηρα]+παροικος και εκκεκλεισμενη V 22 86 87 (62) pl.)

80
θυγατέρας σου ἐπ’ ὤμων ἀροῦσιν,

καὶ ἔσονται βασιλεῖς τιθηνοί σου, αἶ δὲ ἄρχουσαι τροφοί σου· ἐπὶ πρόσωπον τῆς γῆς προσκυνήσουσίν σοι, καὶ τὸν χοῦν τῶν ποδῶν σου λίξουσιν· καὶ γνώσῃ ὅτι ἐγὼ Κύριος, καὶ οὐκ αἰσχυνθήσῃ.

Μὴ λήμψεταί τις παρὰ. γίγαντος σκῦλα; καὶ ἐὰν αἰχμαλωτεύσῃ τις ἀδίκως, σωθήσεται;

οὕτως λέγει Κύριος Ἐάν τις αἰχμαλωτεύσῃ γίγαντα, λήμψεται σκῦλα· λαμβάνων δὲ παρὰ ἰσχύοντος σωθήσεται· ἐγὼ δὲ τὴν κρίσιν σου κρινῶ, καὶ ἐγὼ τοὺς υἱούς σου ῥύσομαι.

καὶ φάγονται οἱ θλίβοντές σε τὰς σάρκας αὐτῶν, καὶ πίονται αἷς οἶνον νέον τὸ αἷμα αὐτῶν καὶ μεθυ- σθήσονται, καὶ αἰσθανθήσεται πᾶσα σὰρξ ὅτι ἐγὼ ὃ ῥυσάμενός σε καὶ ἀντιλαμβανόμενος ἰσχύος Ἰακώβ.

Οὕτως λέγει Κύριος Ποῖον τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾦ ἐξαπέστειλα αὐτήν; ἢ τίνι ὑπόχρεῳ πέπρακα ὑμᾶς; ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν.

τί ὅτι ἦλθον, καὶ οὒκ ἦν ἅνθρωπος; ἐκάλεσα, καὶ οὐχ ὑπήκουσεν; μὴ οὐκ ἰσχύει ἡ χείρ μου τοῦ ῥύσασθαι; ἢ οὐκ ἰσχύω τοῦ ἐξελέσθαι; ἰδοὺ τῇ ἀπειλῇ μου ἐξερημώσω τὴν θάλασσαν, καὶ θήσω ποταμοὺς ἐρήμους, καὶ ξηρανθήσονται οἱ ἰχθύες αὐτῶν ἀπὸ τοῦ μὴ εἶναι ὕδωρ, καὶ ἀποθανοῦνται ἐν δίψει.

καὶ ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ θήσω ὥς σάκκον τὸ περιβόλαιον αὑτοῦ.

Κύριος δίδωσίν μοι γλῶσσαν σοφίας τοῦ γνῶναι ἐν καιρῷ ἡνίκα δεῖ εἰπεῖν λόγον· ἔθηκέν μοι τὸ πρωί, προσέθηκέν μοι ὠτίον ἀκούειν,

καὶ ἡ παιδία Κυρίου ἀνοίγει τὰ ὦτά μου, ἐγὼ δὲ οὐκ ἀπειθῶ οὐδὲ ἀντιλέγω.

τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου [*](23 αρχουσαι]+αυτων ℵ*Β pl. αισχυνθηση] αισχυνθησονται οι υπομενοντες με Β 22 pl. 25 σου 2°] μου Bab 109 9.1 meos 26 θλιψαντες ℵΒQ pl (θλιβοντες AV 26 62 106 109 305 3.1). MSS exc A 26 106 198 306. L 1 τινι] τινων Α*fort. υποχρεω] υποχρεως ων 22 al. 2 ουχ υπηκουσεν] ουκ ην ο υπακουων (επ- ℵ) BQ al ουκ ην ο υπακουσομενος 22 al A. τη απειλη] τω ελεγμω Β τω ελεγμω και τη απειλη ℵ* τω βραχιονι 109 305. 3 om και 1° ℵ*B pl. ως σακκον θησω BQ pl om θησω 4 Κυριος+Κυριος Β al. σοφιας] παιδειας MSS exc A. om εν καιρω MSS exc A 26 86 106 233 306. om το ℵΒQ pl. πρωι]+πρωι 22 87 (106) al. 5 Κυριου]+Κυριου Β. μου τα. ωτα MSS exc Α 106. 6 εδωκα ℵΒ al.)

81
οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων,

καὶ Κύριος βοηθός μου ἐγενήθη· διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλὰ ἔθηκα τὸ πρόσωπόν μου ὥς στερεὰν πέτραν, καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθῶ.

ὅτι ἐγγίζει ὃ δικαιώσας με· τίς ὃ κρινόμενός μοι; ἀντιστήτω μοι ἅμα· καὶ τίς ὃ κρινόμενός μοι; ἐγγισάτω μοι.

ἰδοὺ Κύριος βοηθεῖ μοι· τίς κακώσει με; ἰδοὺ πάντες ὑμεῖς ὦς ἱμάτιον παλαιωθήσεσθε, καὶ ὡς σὴς καταφάγεται ὑμᾶς.

Τίς ἐν ὑμῖν ὃ φοβούμενος τὸν κύριον; ἀκουσάτω τῆς φωνῆς τοῦ παιδὸς αὑτοῦ· οἱ πορευόμενοι ἐν σκότει, οὐκ ἔστιν αὐτοῖς φῶς, πεποίθατε ἐπὶ τῷ ὀνόματι Κυρίου καὶ ἀντστηρίσασθε ἐπὶ τῷ θεῷ.

ἰδοὺ ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε καὶ κατισχδύετε φλόγα· πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε· δι’ ἐμὲ ἐγένετο ταῦτα ὑμῖν, ἐν λύπῃ κοιμηθήσεσθε.

Ἀκούσατέ μου, οἶ διώκοντες τὸ δίκαιον καὶ ζητοῦντες τὸν κύριον, ἐμβλέψατε εἷς τὴν στερεὰν πέτραν ἥν ἐλατομήσατε, καὶ εἷς τὸν βόθυνον τοῦ λάκκου ὃν ὠρύξατε.

ἐμβλέψατε εἷς Ἀβραὰμ τὸν πατέρα ὑμῶν, καὶ εἷς Σάρραν τὴν ὠδίνουσαν ὑμᾶς· ὅτι εἷς ἦν καὶ ἐκάλεσα αὐτόν, καὶ ηὐλόγησα αὐτὸν καὶ ἠγάπησα αὐτὸν καὶ ἐπλήθυνα αὐτόν.

καὶ σὲ νῦν παρακαλέσω, Σιών, καὶ παρεκάλεσα πάντα τὰ ἔρημα αὐτῆς, <καὶ θήσω τὸ. ἔρημα αὐτῆς ὡς παράδεισον, καὶ πρὸς δυσμὰς) ὥς παράδεισον Κυρίου· εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ, ἐξομολόγησιν καὶ φωνὴν αἰνέσεως.