Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Ἄκουέ μου, Ἰακώβ, καὶ Ἰσραὴλ ὃν ἐγὼ καλῶ· ἐγώ εἶμι πρῶτος, καὶ ἐγώ εἶμι εἷς τὸν αἰῶνα,

καὶ ἡ χείρ μου ἐθεμελίωσεν τὴν γῆν, καὶ ἦ δεξιά μου ἐστερέωσεν τὸν οὐρανόν· καλέσω αὐτούς, καὶ στήσονται ἅμα,

καὶ συναχθήσονται πάντες καὶ ἀκούσονται. τίς αὐτοῖς ἀνήγγειλεν ταῦτα ; ἀγαπῶν σε ἐποίησα ταῦτα ἐπὶ Βαβυλῶνα, τὸ θέλημά σου, τοῦ ἆραι σπέρμα Χαλδαίων·

ἐγὼ ἐλάλησα, ἐγὼ ἐκάλεσα, ἤγαγον αὐτὸν καὶ εὐόδωσα τήν ὁδὸν αὐτοῦ.

προσαγάγετε πρὸς μὲ καὶ ἀκούσατε ταῦτα, οὐκ ἀπ’ ἀρχῆς ἐν κρυφῇ ἐλάλησα, οὐδὲ ἐν τόπῳ γῆς σκοτινῷ· ἡνίκα ἐγένετο, ἐκεῖ ἥμην, καὶ νῦν Κύριος ἀπέσταλκέν με, καὶ τὸ πνεῦμα αὑτοῦ.

οὕτως λέγει Κύριος ὁ ῥυσάμενός σε ὅ ἅγιος Ἰσραήλ, Ἐγὼ εἰμι ὁ θεός σου> σοι τοῦ εὑρεῖν σε τὴν ὁδὸν ἐν ᾗ πορεύσῃ ἐν αὐτῇ.

καὶ εἶ ἤκουσας καὶ συναχθήσονται πάντες καὶ ἀκούσονται. τίς αὐτοῖς τῶν ἐντολῶν μου, ἐγένετο ἂν ὡσεὶ ποταμὸς ἡ εἰρήνη σου, καὶ ἡ δικαιοσύνη σου ὡς κῦμα θαλάσσης.

καὶ ἐγένετο ἂν ὡσεὶ ἅμμος τὸ σπέρμα σου, καὶ τὸ, ἔκγονα τῆς κοιλίας σου ὥς ὁ χοῦς τῆς γῆν οὐδὲ νῦν οὔ μὴ ἐξολεθρευθῇς, οὐδὲ ἀπολεῖται τὸ ὄνομά σου ἐνώπιόν μου.

Ἔξελθε ἐκ Βαβυλῶνος φεύγων ἀπὸ τῶν Χαλδαίων· εὐφροσύνης ἀναγγείλατε, καὶ ἀκουστὸν γενέσθω τοῦτο, ἀπαγγείλατε ἕως ἐσχάτου τῆς γῆς, λέγετε Ἐρρύσατο Κύριος τὸν λαὸν αὐτοῦ Ἰακώβ.

καὶ ἐὰν διψήσωσιν, δι’ ἐρήμου ἄξει αὐτούς, ὕδωρ ἐκ [*](7 om οτι ℵ*Β pl. 8 σου τα ωτα ℵΒQ pl. 9 επι σοι] an σε Β al om επι ℵ* 22 62 al. 14 εποιησα το θελημα σου επι Βαβ. του αραι MSS cxc A το θελ. αυτου (22 51) 36 al). 16 ελαλησα] λελαληκα MSS exc ℵΑQ 26 106. om ουδε εν τοπω γης σκοτινω ℵc.a, c.bBQ 22 pl (cf xlv 19). απεστειλεν B. 17 om σε 10 Β*. om o ° B 3.1. om εγω ειμι ο θεος σου A (Aa?). σοι]+εις ωφελειαν 22 al. 19 ως η αμμος ℵB της θαλασσης ℵ 22 al. εγγονα ℵ al. χους] χνους ℵ 20 απαγγειλατε] αναγγειλ. Β. λαον] δουλον MSS exc A 26. 21 διψησουσιν Α. αξει...αυτοις] αγων αυτον νδ. εκ πετρ. εξηγαγεν αυτοις 22 51 al. αυτους] αυτοις ℵΒV illis Cyp (Test i 12, Ep. lxiii 8) MSS.)

78
πέτρας ἐξάξει αὐτοῖς, σχισθήσεται πέτρα καὶ ῥυήσεται ὕδωρ, καὶ πίεται ὁ λαός μου.

οὐκ ἔστιν χαίρειν τοῖς ἀσεβέσιν, λέγει Κύριος.

Ἀκούσατέ μου, νῆσοι, καὶ προσέχετε, ἔθνη· διὰ. χρόνου πολλοῦ στήσεται, λέγει Κύριος. ἐκ κοιλίας μητρός μου ἐκάλεσεν τὸ ὄνομά μου,

καὶ ἔθηκεν τὸ στόμα μου ὡσεὶ μάχαιραν ὀξεῖαν, καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέν με· ἔθηκέν με ὥς βέλος ἐκλεκτόν, καὶ ἐν τῇ φαρέτρα αὐτοῦ ἐσκέπασέν με,