Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

ἰδοὺ πάντες ὡς φρύγανα ἐπὶ πυρὶ κατακαήσονται, καὶ· οὐ μὴ ἐξέλωνται τὴν ψυχὴν αὐτῶν ἐκ φλογός· ὅτι ἔχεις ἄνθρακας πυρός, κάθισαι ἐπ’ αὐτούς.

οὓτοι ἔσονταί σοι βοήθεια· ἐκοπίασας ἐν τῇ μεταβολῇ σου ἐκ νεότητος, ἅνθρωπος καθ’ ἑαυτὸν ἐπλανήθη· σοὶ δὲ οὐκ ἔσται σωτηρία.

Ἀκούσατε ταῦτα, οἶκος Ἰακώβ, οἱ κεκλημένοι τῷ ὀνόματι Ἰσραὴλ καὶ οἱ ἐξ Ἰούδα ἐξελθόντες, οἱ ὀμνύοντες τῷ ὀνόματι Κυρίου θεοῦ Ἰσραήλ, μιμνησκόμενοι οὗ μετὰ. ἀληθείας οὐδὲ μετὰ δικαιοσύνης,

καὶ ἀντεχόμενοι τῷ ὀνόματι τῆς πόλεως τῆς ἁγίας, καὶ ἐπὶ τῳ θεῷ του Ἰσραὴλ ἀντιστηριζόμενοι, Κύριος σαβαὼθ ὄνομα αὐτῷ.

τὰ πρότερα ἔτι ἀνήγγειλα, καὶ ἐκ τοῦ στόματός μου ἐξῆλθεν καὶ ἀκουστὰ ἐγένετο· ἐξάπινα ἐποίησα, καὶ ἐπῆλθεν.

γινώσκω ἐγὼ ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὃ τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλκοῦν.

καὶ ἀνήγγειλά σοι τὸ. πάλαι πρὶν ἐλθεῖν ἐπὶ σέ· ἀκουστόν σοι ἐποίησα, μὴ εἴπῃς ὅτι Τὸ. εἴδωλά μοι ἐποίησαν, καὶ <μὴ εἴπῃς> Τὸ. γλυπτὰ καὶ τὰ χωνευτὰ ἐνετείλατό μοι.

ἠκούσατε πάντα, καὶ ὑμεῖς οὐκ ἔγνωτε· ἀλλὰ καὶ ἀκουστά σοι ἐποίησα τὸ, καινὰ ἀπὸ τοῦ νῦν ἃ μέλλει γίνεσθαι· καὶ οὐκ εἶπας

Νῦν γίνεται καὶ οὗ πάλαι, καὶ οὗ προτέραις ἡμέραις ἤκουσας αὐτά· [*](10 σου σοι (om εσται) ℵΒQ al. 11 ου μη γνως (10)] ου γνωση Β pl. η om εν 2° ℵBQ. pl. δυνηση ℵBabQ. 14 κατακαυθησονται ℵBQa pl (κατακαησ. ΑQ* 41 49 106). 15 ουτοι] ουτω? om σου Β al. XLVIII I τω ονοματι 1° pr επι B pl. om οι 2° B pl. 3 ακουστον MSS exc A 41. 4 om εγω Β pl. 5 τα παλαι] παλαια Β al om τα ℵ*V 41 al. μη 1°]+ποτε Β pl. μη ειπης 2°] ειπης οτι Β μη ειπης οτι ℵQ om A* (txt Aa). 6 om και 2° B.)

77
μὴ εἴπῃς ὅτι Ναί, γινώσκω αὐτά.

οὔτε ἔγνως οὔτε ἠπίστω, οὔτε ἀπ’ ἀρχῆς τὸ. ὦτά σου· ἔγνων γὰρ ὅτι ἀθετῶν ἀθετήσεις, καὶ ἄνομος ἔτι ἐκ κοιλίας κληθήσῃ.

ἕνεκεν τοῦ ἐμοῦ ὀνόματος δείξω σοι τὸν θυμόν μου, καὶ τὰ ἔνδοξά μου ἐπάξω ἐπὶ σοί, ἵνα μὴ ἐξολεθρεύσω σε.

ἰδοὺ πέπρακά σε οὐχ ἕνεκεν ἀργυρίου· ἐξειλάμην δέ σε ἐκ καμίνου πτωχείας·

ἕνεκεν ἐμοῦ ποιήσω σοι, ὅτι τὸ ἐμὸν ὄνομα βεβηλοῦται, καὶ τὴν δόξαν μου ἑτέρῳ οὗ δώσω.