Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

μὴ φοβοῦ, ὅτι μετὰ σοῦ εἰμι· ἀπὸ ἀνατολῶν ἄξω τὸ σπέρμα σου καὶ ἀπὸ δυσμῶν συνάξω σε.

ἐρῶ τῷ βορρᾷ Ἄγε, καὶ τῷ λιβί Μὴ κώλυε· ἄγε τοὺς υἱούς μου ἀπὸ γῆς πόρρωθεν, καὶ τὰς θυγατέρας μου ἀπ᾿ ἄκρων τῆς γῆς,

πάντας ὅσοι ἐπικέκληνται τῷ ὀνόματί μου. ἐν γὰρ τῇ δόξῃ μου κατεσκεύασα αὐτὸν καὶ ἔπλασα καὶ ἐποίησα. αὐτόν,

καὶ ἐξήγαγον λαὸν τυφλόν, καὶ ὀφθαλμοί εἰσιν ὡσαύτως· τυφλοί, καὶ κωφοὶ ὦτα ἔχοντες.

πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν· τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ. ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ, καὶ ἀκουσάτωσαν.

γένεσθέμοι μάρτυρες, κἀγὼ μάρτυς, λέγει Κύριος ὁ θεός, καὶ ὁ παῖς ὃν· ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητέ μοι, καὶ συνῆτε ὅτι ἐγώ εἰμι· ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται.

ἐγὼ ὁ θεός, καὶ οὐκ ἔστιν παρὲξ ἐμοῦ σώζων.

ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος· ὑμεῖς ἐμοὶ μάρτυρες, κἀγὼ [*](25 κατισχυσεν αυτους (om επ) BQ pl. XLIII 1 ο πλάσας] pr και Β pl. 4 om πολλους Β al. 7 επλασα] + αυτον ℵ*Β pl. 8 κωφα Q* 22 26 pl surdas aures Tyconius 9. τα ωτα MSS exc A. 9 και ακουσατωσαν και ειπατ. αληθη Β om και ακουσατωσαν ℵ*Q 97. 10 om μοι 2° ℵBQ al. 12 υμιν] ημιν B.)

69
μάρτυς, λέγει Κύριος ὁ θεός·