Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

ἔτι ἀπ’ ἀρχῆς, καὶ οὒκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό;

Ουτως λέγει Κύριος ὁ θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος Ἰσραήλ Ἕνεκεν ὑμῶν ἀποστελῶ εἷς Βαβυλῶνα καὶ ἐπεγερῶ πάντας φεύγοντας, καὶ Χαλδαῖοι ἐν πλοίοις δεηθήσονται.

ἐγὼ Κύριος ὁ θεὸς ὁ ἅγιος ὑμῶν, ὁ καταδείξας Ἰσραὴλ· βασιλέα ὑμῶν.

οὕτως λέγει Κύριος ὁ διδοὺς ὁδὸν ἐν θαλάσσῃ καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον,

ὁ ἐξάγων ἅρματα καὶ ἵππον καὶ ὄχλον ἰσχυρόν· ἀλλὰ ἐκοιμήθησαν καὶ οὐκ ἀναστήσονται, ἐσβέσθησαν ὡς λίνον ἐσβεσμένον.

Μὴ μνημονεύετε τὸ. πρῶτα, καὶ τὸ, ἀρχαῖα μὴ συλλογίζεσθε·

ἰδοῦ ποιῶ καινὰ ἅ νῦν ἀνατελεῖ, καὶ γνώσεσθε αὐτά. καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὁδὸν καὶ ἐν τῇ ἀνύδρῳ ποταμούς·

εὐλογήσει με τὸ. τοῦ ἀγροῦ, σειρῆνες καὶ θυγατέρες στρουθῶν, ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ ποταμοὺς ἐν τῇ ἀνύδρῳ, ποτιῶ τὸ γένος μου τὸ ἐκλεκτόν,