Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

καὶ ἄξω τυφλοὺς ἐν ὁδῷ ᾗ οὐκ ἔγνωσαν, καὶ τρίβους οὓς οὐκ ᾔδεισαν πατῆσαι ποιήσω αὐτούς· ποιήσω αὐτοῖς τὸ σκότος εἷς φῶς, καὶ τὸ, σκολιὰ εἰς εὐθεῖαν. ταῦτα τὸ. ῥήματα ἃ ποιήσω, καὶ οὐκ ἐγκαταλείψω αὐτούς·

αὐτοὶ δὲ ἀπεστράφησαν εἰς τὰ ὀπίσω. αἰσχύνθητε αἰσχύνην, οἱ πεποιθότες ἐπὶ τοῖς γλυπτοῖς, οἱ λέγοντες τοῖς χωνευτοῖς Ὑμεῖς ἐστε θεοὶ ἡμῶν.

Οἱ κωφοί, ἀκούσατε, καὶ οἱ τυφλοί, ἀναβλέψατε ἰδεῖν.

καὶ τίς τυφλὸς ἀλλ’ ἢ οἱ παῖδές μου, καὶ κωφοὶ ἀλλ’ ἦ οἱ κυριεύοντες αὐτῶν; καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ θεοῦ.

ἴδετε πλεονάκις, καὶ οὐκ ἐφυλάξασθε· ἠνοιγμένα τὸ. ὦτα, καὶ οὐκ ἠκούσατε.