Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

εὐφράνθητι, ἔρημος καὶ αἱ κῶμαι αὐτῆς, ἐπαύλεις καὶ οἱ κατοικοῦντες Κηδάρ. εὐφρανθήσονται οἱ κατοικοῦντες πέτραν, ἐπ’ ἄκρων τῶν ὀρέων

δώσουσιν τῷ θεῷ δόξαν, τὰς ἀρετὰς αὑτοῦ ἐν ταῖς νήσοις ἀναγγελοῦσιν.

Κύριος ὁ θεὸς τῶν δυνάμεων ἐξελεύσεται καὶ συντρίψει πόλεμον, ἐπεγερεῖ ζῆλον καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος.

ἐστώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι; ἐκαρτέρησα ὡς ἡ τίκτουσα, ἐκστήσω καὶ ξηρανῶ ἅμα.

καὶ θήσω ποταμοὺς εἰς νήσους, καὶ ἔλη ξηρανῶ.