Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Ὑμνήσατε τῷ κυρίῳ ὕμνον καινόν· ἡ ἀρχὴ αὐτοῦ, δοξάζετε τὸ ὄνομα αὑτοῦ ἐπ’ ἄκρου τῆς γῆς, οἶ καταβαίνοντες εἷς τὴν θάλασσαν καὶ πλέοντες αὑτήν, αἶ νῆσοι καὶ οἶ κατοικοῦντες αὐτάς.

εὐφράνθητι, ἔρημος καὶ αἱ κῶμαι αὐτῆς, ἐπαύλεις καὶ οἱ κατοικοῦντες Κηδάρ. εὐφρανθήσονται οἱ κατοικοῦντες πέτραν, ἐπ’ ἄκρων τῶν ὀρέων

δώσουσιν τῷ θεῷ δόξαν, τὰς ἀρετὰς αὑτοῦ ἐν ταῖς νήσοις ἀναγγελοῦσιν.

Κύριος ὁ θεὸς τῶν δυνάμεων ἐξελεύσεται καὶ συντρίψει πόλεμον, ἐπεγερεῖ ζῆλον καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος.

ἐστώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι; ἐκαρτέρησα ὡς ἡ τίκτουσα, ἐκστήσω καὶ ξηρανῶ ἅμα.

καὶ θήσω ποταμοὺς εἰς νήσους, καὶ ἔλη ξηρανῶ.

καὶ ἄξω τυφλοὺς ἐν ὁδῷ ᾗ οὐκ ἔγνωσαν, καὶ τρίβους οὓς οὐκ ᾔδεισαν πατῆσαι ποιήσω αὐτούς· ποιήσω αὐτοῖς τὸ σκότος εἷς φῶς, καὶ τὸ, σκολιὰ εἰς εὐθεῖαν. ταῦτα τὸ. ῥήματα ἃ ποιήσω, καὶ οὐκ ἐγκαταλείψω αὐτούς·

αὐτοὶ δὲ ἀπεστράφησαν εἰς τὰ ὀπίσω. αἰσχύνθητε αἰσχύνην, οἱ πεποιθότες ἐπὶ τοῖς γλυπτοῖς, οἱ λέγοντες τοῖς χωνευτοῖς Ὑμεῖς ἐστε θεοὶ ἡμῶν.

Οἱ κωφοί, ἀκούσατε, καὶ οἱ τυφλοί, ἀναβλέψατε ἰδεῖν.