Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Ἰακὼβ ὁ παῖς μου, ἀντιλήμψομαι αὐτοῦ· Ἰσραὴλ ὅ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἦ ψυχή μου· ἔδωκα τὸ πνεῦμά μου ἐπ’ αὐτόν, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει·

οὐ πράξεται οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ.

κάλαμον συντεθλασμένον οὐ συντρίψει, καὶ λίνον καπνιζόμενον οὗ σβέσει, ἀλλὰ εἷς ἀλήθειαν ἐξοίσει κρίσιν.

ἀναλάμψει καὶ οὗ θραυσθήσεται, ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὑτοῦ ἔθνη ἐλπιοῦσιν.

οὕτως λέγει Κύριος ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν, ὃ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ δοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ’ αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὑτήν.

ἐγὼ Κύριος ὅ θεὸς ἐκάλεσέ σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου καὶ ἐνισχύσω σε, καὶ ἔδωκά σε εἷς διαθήκην γένους, εἷς φῶς ἐθνῶν,

ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.

ἐγὼ Κύριος ὅ θεός, τοῦτό μού ἐστιν τὸ ὄνομα, τὴν δόξαν μου ἑτέρω οὐ δώσω, οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς.

τὰ ἀπ’ ἀρχῆς ἰδοὺ ἥκασιν, καὶ καινὰ ἐγὼ ἀναγγελῶ, [*](23 θαυμασομεθα] + και οψομεθα αμα ℵBQ pl. 25 εγω] + δε ℵΒQ pl. κλησονται A. 26 ακουων] pr MSS exc A 109. 27 εν οδω] εις οδον MSS exc A 106 (om B*, εις οδον Bab). 29 πλανωντες] πλασσοντες 48 al. XLII 1 om Ισραηλ 109 305. 2 κεκραξεται MSS exc A 106. 3 τεθλασμενον ℵBQ pl (συντεθλ. AV 41 al). 4 om γης 5 πηξας αυτον Aa (την γην και τα εν αυτη Α* fort). δους] διδους MSS exc 6 εις φως εθνων] om Β* pr μου ℵ* 87 91 97 309. 8 om το ℵQ* 22 62 al. 9 καινα] + α MSS exc A οὗ 306. αναγγελλω Β al.)

67
καὶ πρὸ τοῦ ἀνατεῖλαι ἐδηλώθη ὑμἰν.