Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Πορεύου καὶ εἰπὸν πρὸς Ἑζεκίαν Τάδε λέγει Κύριος ὅ θεός Δαυεὶδ τοῦ πατρός σου Ἤκουσα τῆς φωνῆς Τῆς προσευχῆς σου καὶ ἴδον τὰ δάκρυά σου· ἰδοὺ προστίθημι πρὸς τὸν χρόνον σου ἔτη δέκα πέντε·

καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων σώσω σε καὶ ὑπὲρ τῆς πόλεως ταύτης ὑπερασπιῶ.

τοῦτο δέ σοι τὸ σημεῖον παρὰ. Κυρίου ὅτι ὁ θεός ποιήσει τὸ τοῦτο.

ἰδοὺ στρέφω τὴν σκιὰν τῶν ἀναβαθμῶν οὓς κατέβη ὁ ἥλιος, τοὺς δέκα ἀναβαθμοὺς τοῦ οἴκου τοῦ πατρός σου, ἀποστρέψω τόν ἥλιον τοὺς δέκα ἀναβαθμούς. καὶ ἀνέβη ὃ ἥλιος τοὺς δέκα ἀναβαθμοὺς οὕς κατέβη ἡ σκιά.

(Ὠιδή.) Προσευχὴ Ἑζεκίου βασιλέως Τῆς Ἰουδαίας ἡνίκα ἐμαλακίσθη καὶ ἀνέστη ἐκ τῆς μαλακίας αὐτοῦ.

Ἐγὼ εἶπα Ἐν τῷ ὕψει τῶν ἡμερῶν μου ἐν πύλαις ᾅδου τὰ. ἔτη τὸ, ἐπίλοιπα.

εἶπα Οὐκέτι οὐ μὴ ἴδω τὸ σωτήριον τοῦ θεοῦ ἐπὶ τῆς γῆς, οὐκέτι οὗ μὴ ἴδω ἄνθρωπον.

ἐκ τῆς συγγενείας μου κατέλιπον τὸ λοιπὸν τῆς ζωῆς μου, ἐξῆλθεν καὶ ἀπῆλθεν ἀπ’ ἐμοῦ ὥσπερ ὃ καταλύων σκηνὴν πήξας· τὸ πνεῦμά μου παρ’ ἐμοὶ στὸς ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν.