Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

ἐν τῇ ἡμέρᾳ ἐκείνῃ [*](XXXVIII I οτι αποθνησκεις] αποθνησκ. γαρ MSS exc A. 5 πορευθητι MSS exc A 106. προς Εζεκιαν] Εζεκια MSS exc A 86 106 239 306. om της φωνης Β pl. 6 σωσω] ρυσομαι Β pl. σε] + και την πολιν ταυτην Β pl. υπερασπιω υπερ τ. πολεως ταυτης Β pl. 7 ποιησει o θεος Β pl. 8 στρεφω] pr εγω ℵB pl (στρεψω Β a). om o ηλιος 1 πατρος σου]+ο ηλιος Β. 9 om ωδη ℵBQ pl. om της 1° B 62 147. 10 ημερων μου]+πορευσομαι ℵc.aQmgΓ. αδου]+καταβησομαι Q 11 επι της γης] επι γης ζωντων ουκετι μη ιδω το σωτηριον του Ισραηλ επι γης Β. ανθρωπον]+μετα κατοικουντων V 22 (26) pl. 12 εκ της συγγενειας] pr εξελιπεν Β (-πον 22 pl). λοιπον] επιλοιπον ℵΒ al. καταλυων Β. ως ιστος το πνευμα μου παρ εμοι εγεν. Β. εριθου εριζου Α.)

61
παρεδόθην ἕως πρωὶ ὡς λέοντι, οὕτως τὸ. ὀστᾶ μου συνέτριψεν· ἀπὸ γὰρ τῆς ἡμέρας ἔως τῆς νυκτὸς παρεδόθην.

ὡς χελιδών, οὕτως φωνήσω, καὶ ὡς περιστερά, οὕτως μελετήσω· ἐξέλιπον γάρ μου οἱ ὀφθαλμοὶ τοῦ βλέπειν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν κύριον, ὃς ἐξείλατό με καὶ ἀφείλατό μου τὴν ὀδύνην τῆς ψυχῆς.

Κύριε, περὶ αὐτῆς γὰρ ἀνηγγέλη σοι, καὶ ἐξήγειράς μου τὴν πνοήν, καὶ παρακληθεὶς ἔζησα.

εἵλου γάρ μου τὴν ψυχὴν ἵνα μὴ ἀπόληται, καὶ ἀπέριχας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου.

οὐ γὰρ οἶ ἐν ᾅδου αἰνέσουσίν σε, οὐδὲ οἱ ἀποθανόντες εὐλογήουσίν σε, οὑδὲ ἐλπιοῦσιν οἶ ἐν ᾅδου τὴν ἐλεημοσύνην σου.

οἱ ζῶντες εὐλογήσουσίν σε ὃν τρόπον κἀγώ· ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἂ ἀναγγελοῦσιν τὴν δικαιοσύνην σου,

Κύριε τῆς σωτηρίας μου· καὶ οὗ παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου κατέναντι τοῦ οἴκου τοῦ θεοῦ.

Καὶ εἶπεν Ἠσαίας πρὸς Ἑζεκίαν Λάβε παλάθην ἐκ σύκων καὶ τρίψον καὶ κατάπλασαι, καὶ ὑγιὴς ἔσῃ. καὶ εἶπεν Ἑζεκίας Τοῦτο τὸ σημεῖον ὅτι ἀναβήσομαι εἷς τὸν οἶκον Κυρίου τοῦ θεοῦ.