Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

καὶ νῦν μὴ ἄνευ Κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην πολεμῆσαι Καὶ [*](10 αποστραφησονται] pr και Β al. om επι γαρ κεφαλης αυτων Β. XXXVI 1 συνελαβεν] ελαβεν MSS exc Α (24). 3 Σοβνας Β 4 Ραβσακης Β. 5 η] και Β pl. om εν ° ℵ ΒQ pl. επι τινα Β. 6 ος οστις 109 ως V 97 al. επ αυτην επιστηριχθη ℵ Q επιστηρισθη Β ανηρ 22 pl. αυτου] + και τρησει αυτην Β και τρυπησει αυτην 62 90 al (txt ℵ ΑQ 24. 26 41 49 86 106 198 233 239 306). 7 πεποιθαμεν] + ουκ αυτος εστιν ος αφειλεν Εζεκιας τα υψηλα αυτου κ.τ.λ. (cf 2 Ki xviii 22) Q mg V (22) 41 109 al. 8 τω βασιλει MSS exc A 48. 9 εις προσωπον MSS exc A 106. τοπαρχ. ενος] των τοπαρχων ℵ * Β al. επ ιγυπτον ℵ Β 109 305. καὶ)

56
αὐτήν ;

καὶ εἶπεν πρὸς αὑτὸν Ἐλιακεὶμ καὶ Σόμνας ὃ γραμματεὺς καὶ Ἰωάχ Λάλησον πρὸς τοὺς παῖδάς σου Συριστί, ἀκούομεν γὰρ ἡμεῖς, καὶ μὴ λάλει πρὸς ἡμᾶς Ἰουδαιστί· καὶ ἶνα τί λαλεῖς εἰς τὰ ὦτα τῶν ἀνδρῶν τῶν καθημένων ἐπὶ τῷ τείχει ;

καὶ εἶπεν πρὸς αὐτοὺς Ῥαψάκης Μὴ πρὸς τὸν κύριον ὑμῶν ἢ πρὸς ὑμᾶς ἀπέσταλκέν με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους ; οὐχὶ πρὸς τοὺς ἄνδρας τοὺς καθημένους ἐπὶ τῷ τείχει, ἵνα φάγωσιν κόπρον καὶ πίωσιν οὖρον μεθ’ ὑμῶν ἅμα;

καὶ ἔστη Ῥαψάκης, καὶ ἐβόησεν φωνῇ μεγάλῃ Ἰουδαιστὶ καὶ εἶπεν Ἀκούσατε τοὺς λόγους τοῦ βασιλέως τοῦ μεγάλου βασιλέως Ἀσσυρίων

Τάδε λέγει ὁ βασιλεὺς Μὴ ὑμᾶς ἀπατάτω Ἑζεκίας λόγοις, οἶ οὐ μὴ δυνήσονται ῥύσασθαι ὑμᾶς·

καὶ μὴ λεγέτω ὑμῖν Ἑζεκίας ὅτι Ῥύσεται ὑμᾶς ὁ θεός, καὶ οὔ μὴ παραδοθῇ ἡ πόλις αὕτη ἐν χειρὶ βασιλέως Ἀσσυρίων μὴ ἀκούετε Ἑζεκίου·

τάδε λέγει ὃ βασιλεὺς Ἀσσυρίων Εἰ βούλεσθε εὐλογηθῆναι, ἐκπορεύεσθε πρὸς μέ, καὶ φάγεσθε ἕκαστος τὴν ἄμπελον αὐτοῦ καὶ τὰς συκᾶς, καὶ πίεσθε ὕδωρ τοῦ λάκκου ὑμῶν,

ἔως ἂν ἔλθω καὶ λάβω ὑμᾶς εἷς γῆν ὡς ἦ γῆ ὑμῶν, γῆ σίτου καὶ οἴνου καὶ ἄρτων καὶ ἀμπελώνων.

μὴ ὑμᾶς ἀπατάτω Ἑζεκίας λέγων Ὁ θεὸς ὑμῶν ῥύσεται ὑμᾶς. μὴ ἐρρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων;