Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Καὶ ἐγένετο τοῦ τεσσαρεσκαιδεκάτου ἔτους βασιλεύοντος Ἑζεκίου ἀνέβη Σενναχηρεὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις τῆς Ἰουδαίας τὰς ὀχυρὰς καὶ συνέλαβεν αὐτάς.

καὶ ἀπέστειλεν βασιλεὺς Ἀσσυρίων Ῥαψάκην ἐκ Λαχεὶς εἷς Ἰερουσαλὴμ πρὸς τὸν βασιλέα Ἐζεκίαν μετὰ δυνάμεως πολλῆς, καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἅνω, ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως.

καὶ ἐξῆλθεν πρὸς αὐτὸν Ἐλιακεὶμ ὃ τοῦ Χελκίου οἰκονόμος καὶ Σόμνας ὁ γραμματεὺς καὶ Ἰωὰχ ὁ τοῦ Ἀσὰφ ὁ ὑπομνηματογράφος.

καὶ εἶπεν αὐτοῖς Ῥαψάκης Εἴπατε Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας βασιλεὺς Ἀσσυρίων Τί πεποιθὼς εἶ

μὴ ἐν βουλῇ ἢ ἐν λόγοις χειλέων παράταξις γίνεται; καὶ νῦν ἐπὶ τίνι πέποιθας ὅτι ἀπειθεῖς μοι ;

ἰδοὺ πεποιθὼς εἶ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην, ἐπ’ Αἴγυπτον· ὃς ἂν ἐπιστηριχθῇ ἐπ’ αὑτήν, εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ· οὕτως ἐστὶν Φαραὼ βασιλεὺς Αἰγύπτου καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτῷ.

εἰ δὲ λέγετε Ἐπὶ Κύριον τὸν θεὸν ἡμῶν πεποίθαμεν,

νῦν μίχθητε τῷ κυρίῳ μου βασιλεῖ Ἀσσυρίων, καὶ δώσω ὑμῖν δισχιλίαν ἵππον, εἰ δυνήσεσθε δοῦναι ἀναβάτας ἐπ’ αὐτούς.

καὶ πῶς δύνασθε ἀποστρέψαι τὸ πρόσωπον τοπάρχου ἑνός ; οἰκέται εἰσὶν οἱ πεποιθότες ἐπ’ Αἰγυπτίοις, εἰς ἵππον καὶ ἀναβάτην.