Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

ἰδοὺ γὰρ Κύριος ἀπὸ τοῦ ἁγίου ἐπάγει τὴν ὀργὴν ἐπὶ τοὺς ἐνοικοῦντας ἐπὶ τῆς γῆς· καὶ ἀνακαλύψει ἡ γῆ τὸ <αἷμα> αὐτῆς, καὶ οὗ κατακαλύψει ἡ γῆ τοὺς

Τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὃ θεὸς τὴν μάχαιραν τὴν ἁγίαν καὶ τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα ὄφιν φεύγοντα, ἐπὶ τὸν δράκοντα ὄφιν σκολιόν, καὶ ἀνελεῖ τὸν δράκοντα.

Τῇ ἡμέρᾳ ἐκείνῃ ἀμπελὼν καλός· ἐπιθύμημα ἐξάρχειν κατ’ αὐτῆς.

ἐγὼ πόλις ἰσχυρά, πόλις πολιορκουμένη, μάτην ποτιῶ αὐτήν· ἁλώσεται γὰρ νυκτός, ἡμέρας δὲ πεσεῖται τὸ τεῖχος.

καὶ οὒκ ἔστιν ἧ οὐκ ἐπελάβετο αὐτῆς· τίς με θήσει φυλάσσειν καλάμην ἐν ἀγρῷ, διὰ τὴν πολεμίαν ταύτην ἠθέτηκα αὐτήν. τοίνυν διὰ τοῦτο ἐποίησεν Κύριος ὃ θεὸς πάντα ὅσα συνέταξεν. κατακέκαυμαι,

βοήσονται οἶ ἐνοικοῦντες ἐν αὐτῇ, ποιήσωμεν εἰρήνην αὐτῷ, ποιήσωμεν εἰρήνην.

οἱ ἐρχόμενοι, τέκνα Ἰακώβ, βλαστήσει καὶ ἐξανθήσει Ἰσραήλ, καὶ ἐμπλησθήσεται ἦ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ.

μὴ ὡς αὐτὸς ἐπάταξεν, καὶ αὐτὸς οὕτως πληγήσεται; καὶ ὡς αὐτὸς ἀνεῖλεν, οὕτως ἀναιρεθήσεται;

μαχόμενος καὶ ὀνειδίζων ἐξαποστελεῖ αὐτούς· οὗ σὺ ἦσθα ὃ μελετῶν τῷ πνεύματι τῷ σκληρῷ, ἀνελεῖν αὐτοὺς πνεύματι θυμοῦ;

διὰ τοῦτο ἀφαιρεθήσεται ἡ ἀνομία Ἰακώβ, καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ, ὅταν ἀφέλωμαι αὑτοῦ τὴν ἁμαρτίαν, [*](18 πεσουνται]+παντες B. 19 om γαρ ° MSS exc A 106 20 om ο MSS exc A 109. 21 αιμα] στομα Α 26. om η γη MSS exc A. XXVII I om και 3° B. δρακοντα 3° +τον εν τη θαλασση ℵQ mg 305 211 (post 2 εκεινη 22 (62) (93) al). 3 πολις οχυρα MSS exc Q* 40 106 198. αυτην] αυτους A*vid 26 (-την Α a). om το Β pl. 87 al + γαρ 48 al. 4 om και MSS exc A υκ εστιν γαρ 22 36 106). η ουκ] ος ουκ 22corr 36 106 o ουκ 308 o 48 62 al. om o θεος ℵ*B pl. 5 om αυτω ποιησωμεν ειρηνην Β 62 αυτω ειρηνην ποιησωμεν 22 al. 6 πλησθησεται Β 36 al. 7 και 2°] η 22 86 al. 8 om o B. 9 om η 1°])

41
ὅταν θῶ πάντας τοὺς λίθους τῶν βωμῶν κατακεκομμένους ὡς κονίαν λεπτήν· καὶ οὐ μὴ μείνῃ τὸ. δένδρα αὐτῶν, καὶ τὰ εἴδωλα αὐτῶν ἐκκεκομμένα ὥσπερ δρυμὸς μακράν.

τὸ κατοικούμενον ποίμνιον ἀνειμένον ἔσται, ὡς ποίμνιον καταλελιμμένον· καὶ ἔσται πολὺν χρόνον εἷς βόσκημα, καὶ ἐκεῖ ἀναπαύσονται.

μετὰ χρόνον οὐκ ἔσται ἐν αὐτῇ πᾶν χλωρὸν διὸ. τὸ ξηρανθῆναι. γυναῖκες ἐρχόμεναι ἀπὸ θέας, δεῦτε· οὔ γὰρ λαός ἐστιν ἔχων σύνεσιν, διὸ. τοῦτο οὐ μὴ οἰκτειρήσῃ ὅ ποιήσας αὐτούς, οὐδὲ ὁ πλάσας αὐτοὺς οὔ μὴ ἐλεήσει.

Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συμφράξει Κύριος ἀπὸ τῆς διώρυγος τοῦ ποταμοῦ ἕως ῾Ρινοκορούρων· ὑμεῖς δὲ συναγάγετε τοὺς υἱοὺς Ἰσραὴλ κατ’ ἕνα ἕνα.

Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ σαλπιοῦσιν ἓν τῇ σάλπιγγι τῇ μεγαλῇ, καὶ ἥξουσιν οἶ <ἀπολόμενοι> ἐν τῇ χώρᾳ τῶν Ἀσσυρίων καὶ οἶ ἀπολόμενοι ἐν Αἰγύπτῳ, καὶ προσκυνήσουσιν τῷ κυρίῳ ἐπὶ τὸ ὅρος τὸ ἅγιον ἐν Ἰερουσαλήμ.

Οὐαὶ τῷ στεφάνῳ τῆς ὕβρεως, οἱ μισθωτοὶ Ἐφραίιμ, τὸ ἄνθος τὸ ἐκπεσὸν ἐκ τῆς δόξης ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέως, οἶ μεθύοντες ἄνευ οἴνου.

ἰδοὺ ἰσχυρὸν καὶ σκληρὸν ὃ θυμὸς Κυρίου, ὣς χάλαζα καταφερομένη οὐκ ἔχουσα σκέπην, καταφερομένη· ὡς ὕδατος πολὺ πλῆθος σῦρον χώραν, τῇ γῇ ποιήσει ἀνάπαυσιν· ταῖς χερσίν,

καὶ τοῖς ποσὶν καταπατη- θήσεται ὃ στέφανος τῆς ὕβρεως, οἱ μισθωτοὶ τοῦ Ἐφράιμ.

καὶ ἔσται τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς ἐλπίδος τῆς δόξης ἐπ’ ἄκρου τοῦ ὅρους Καὶ τοῦ ὑψηλοῦ· ὡς πρόδρομος σύκου, ὃ ἰδὼν αὐτό, πρὶν ἢ εἷς τὴν χεῖρα αὐτοῦ λαβεῖν, θελήσει αὐτὸ καταπιεῖν.

τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Κύριος σαβαὼθ ὃ στέφανος τῆς ἐλπίδος ὁ πλακεὶς τῆς δόξης, τῷ [*](9 θω] θωσιν MSS exc A positerit Hieron. 10 αναπαυσονται]+ποιμνιο Ed Rom (22corr al). 11 μετα] pr και MSS exc ℵA 301. παν] ουθεν 22 al. ελεηση Mss exc A 106 301. 12 συμφραξει] συνταραξει ℵΓ 301 συρραξει V. Κυριος] o θεος B. κατα ενα τους υιους Ισραηλ Β. 13 om εν 2° RBQ al. απολομενοι 1°] απο ανατολων Α. προσκυνησωσιν Α. om εν 5° B 91. XXVIII I om εκ 24 36 62 87 pl. παχεος ℵBQ pl. 2 αναπαυμα Β. ταις χερσι] pr και ℵ*Γ 87 al. 3 καταπατηθ.] pr και ℵ*Γ 22 41 106 pl. om του RB 22 198 pl. 4 ελπιδος της δοξης] ελπιδος της ζωης Β δοξης τ. ελπιδος Q+αυτου 22 al. om η Β al. λαβειν]+αυτο ℵ*Β pl. 5 εσται κυριος σαβαωθ bis Α. πλεκεις ℵ*Β.)

42
καταλειφθέντι μου λαῷ

καὶ καταλειφθήσονται ἐπὶ πνεύματι κρίσεως οὗτοι γὰρ οἴνῳ πεπλανημένοι ἐπὶ κρίσιν καὶ ἰσχὺν κωλύων ἀνελεῖν.