Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

καὶ ἔσται ὁ καὶ ἔσται ὁ λαὸς ὡς ὁ ἱερεύς, καὶ ὃ παῖς ὡς ὃ κύριος, καὶ ἡ θεράπαινα ὡς ἡ κυρία· ἔσται ὃ ἀγοράζων ὦς ὃ πωλῶν, καὶ ὅ δανίζων ὡς ὃ δανιζόμενος, καὶ ὃ ὀφείλων ὡς ᾧ ὀφίλει.

φθορᾷ φθαρήσεται ἡ γῆ, καὶ προνομῇ προνομευθήσεται ἦ τὸ γὰρ στόμα Κυρίου ἐλάλησεν ταῦτα.

ἐπένθησεν ἡ γῆ, καὶ ἐφθάρη ἡ οἰκουμένη, καὶ ἐπένθησαν οἱ ὑψηλοὶ τῆς γῆς.

ἡ δὲ γῆ ἠνόμησεν διὸ, τοὺς κατοικοῦντας αὐτήν, διότι παρέβησαν τὸν νόμον καὶ ἤλλαξαν τὰ προστάγματα Κυρίου, διαθήκην αἰώνιον.

διὰ τοῦτο ἀρὰ, ἔ ἔδεται τὴν γῆν, ὅτι ἡμάρτοσαν οἱ κατοικοῦντες αὐτήν· διὰ τοῦτο πτωχοὶ ἔσονται οἶ ἐνοικοῦντες ἐν τῇ γῇ, καὶ καταλειφθήσονται ἅνθρωποι ὀλίγοι.

πενθήσει οἶνος, πενθήσει ἄμπελος, στενάξουσιν πάντες οἱ εὐφραινόμενοι τὴν ψυχήν.

πέπαυται εὐφροσύνη τυμπάνων, πέπαυται αὐθαδία καὶ πλοῦτος ἀσεβῶν, πέπαυται φωνὴ κιθάρας.

ᾐσχύνθησαν, οὐκ ἔπιον οἶνον, πικρὸν ἐγένετο τὸ σίκερα τοῖς πίνουσιν.

ἠρμώθη πᾶσα πόλις, κλείσει οἰκίαν τοῦ μὴ εἰσελθεῖν.

ὀλολύζετε περὶ τοῦ οἴνου πανταχῇ· πέπαυται πᾶσα τῆς γῆς.

καὶ καταλειφθήσονται πόλεις ἔρημοι, καὶ οἶκοι ἐγκαταλελιμμένοι ἀπολοῦνται.