Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

ταῦτα πάντα ἔστω ἐν τῇ γῇ ἐν μέσῳ τῶν ἐθνῶν· ὃν τρόπον ἐάν τις καλαμήσηται ἐλαίαν, οὕτως καλαμήσονται αὐτούς· καὶ ἐὰν παύσηται ὁ τρυγητός.

οὗτοι φωνῇ βοήσονται, [*](18 om τω Β (41). εις συμβ.] pr και Β. om εναντι Κυριου 2 XXIV 1 το προσωπον] τα ορια Q*. 2 om και 40 Β. 4 επενθησεν] και κατερριφη 22 al. εφθαρη]+και κατερριφη 22 al. om και 2 ℵBQ pl. 5 παρεβησαν] παρηλθοσαν ℵΒ παρηλθον 22 al. Κυριου om MSS exc A μου 301). διαθηκην] pr διεσκεδασαν δὲ 22 198 al σε 62 147). 8 om πεπαυται 2°...ασεβων Ed Rom. 9 πινουσιν] αυτο 22 62 al illud Tycon. 10 ηρωμωθη Α. 11 om της γης BV 22 al. 12 om και 1° B 22 al. 13 εσται] εσονται B. 14 φωνη βοησ.] Φωνησουσιν Β 22 (62) al (φωνη φωνησουσιν 41).)

37
οἱ δὲ καταλειφθέντες ἐπὶ τῆς γῆς εὐφρανθήσονται ἅμα τῇ δόξῃ Κυρίου, ταραχθήσεται τὸ ὕδωρ τῆς θαλάσσης.

διὰ τοῦτο ἦ δόξα Κυρίου ἐν ταῖς νήσοις ἔσται τῆς θαλάσσης, τὸ ὄνομα Κυρίου ἔνδοξον ἔσται.

Κύριε ὁ θεὸς Ἰσραήλ, ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν, Ἐλπὶς τῷ εὐσεβεῖ. καὶ ἐροῦσιν Οὐαὶ τοῖς ἀθετοῦσιν· οἶ ἀθετοῦντες τὸν νόμον,

φόβος καὶ βόθυνος καὶ παγὶς ἐφ’ ὑμᾶς τοὺς ἐνοικοῦντας ἐπὶ τῆς γῆς.

καὶ ἔσται ὃ φεύγων τὸν φόβον ἐμπεσεῖται εἷς τὸν βόθυνον· ὁ δὲ ἐκβαίνων ἐκ τοῦ βοθύνου ἁλώσεται ὑπὸ τῆς παγίδος· ὅτι θυρίδες ἐκ τοῦ οὐρανοῦ ἠνεῴχθησαν, καὶ σεισθήσεται τὰ θεμέλια τῆς γῆς.

ταραχῇ ταραχθήσεται ἡ γῆ, καὶ ἀπορίᾳ ἀπορηθήσεται ἡ γῆ.

ἔκλινεν καὶ σεισθήσεται ὡς ὀπωροφυλάκιον ἦ γῆ, ὡς ὃ μεθύων καὶ ὃ κραιπαλῶν, καὶ πεσεῖται, καὶ οὗ μὴ δύνηται ἀναστῆναι· κατίσχυσεν γὰρ ἐπ’ αὐτῆς ἡ ἀνομία.

Καὶ Καὶ ἐπάξει ὁ θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα καὶ ἐπὶ τοὺς βασιλεῖς τῆς γῆς.

καὶ συνάξουσιν καὶ ἀποκλείσουσιν εἷς ὀχύρωμα καὶ εἷς δεσμωτήριον· διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν.

καὶ τακήσεται ἡ πλίνθος, καὶ πεσεῖται τὸ τεῖχος· ὅτι βασιλεύσει Κύριος ἐν Σιὼν καὶ ἐν Ἰερουσαλήμ, καὶ ἐναντίον τῶν πρεσβυτέρων δοξασθήσεται.