Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

διὰ τοῦτο ἦ δόξα Κυρίου ἐν ταῖς νήσοις ἔσται τῆς θαλάσσης, τὸ ὄνομα Κυρίου ἔνδοξον ἔσται.

Κύριε ὁ θεὸς Ἰσραήλ, ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν, Ἐλπὶς τῷ εὐσεβεῖ. καὶ ἐροῦσιν Οὐαὶ τοῖς ἀθετοῦσιν· οἶ ἀθετοῦντες τὸν νόμον,

φόβος καὶ βόθυνος καὶ παγὶς ἐφ’ ὑμᾶς τοὺς ἐνοικοῦντας ἐπὶ τῆς γῆς.

καὶ ἔσται ὃ φεύγων τὸν φόβον ἐμπεσεῖται εἷς τὸν βόθυνον· ὁ δὲ ἐκβαίνων ἐκ τοῦ βοθύνου ἁλώσεται ὑπὸ τῆς παγίδος· ὅτι θυρίδες ἐκ τοῦ οὐρανοῦ ἠνεῴχθησαν, καὶ σεισθήσεται τὰ θεμέλια τῆς γῆς.

ταραχῇ ταραχθήσεται ἡ γῆ, καὶ ἀπορίᾳ ἀπορηθήσεται ἡ γῆ.

ἔκλινεν καὶ σεισθήσεται ὡς ὀπωροφυλάκιον ἦ γῆ, ὡς ὃ μεθύων καὶ ὃ κραιπαλῶν, καὶ πεσεῖται, καὶ οὗ μὴ δύνηται ἀναστῆναι· κατίσχυσεν γὰρ ἐπ’ αὐτῆς ἡ ἀνομία.

Καὶ Καὶ ἐπάξει ὁ θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα καὶ ἐπὶ τοὺς βασιλεῖς τῆς γῆς.

καὶ συνάξουσιν καὶ ἀποκλείσουσιν εἷς ὀχύρωμα καὶ εἷς δεσμωτήριον· διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν.

καὶ τακήσεται ἡ πλίνθος, καὶ πεσεῖται τὸ τεῖχος· ὅτι βασιλεύσει Κύριος ἐν Σιὼν καὶ ἐν Ἰερουσαλήμ, καὶ ἐναντίον τῶν πρεσβυτέρων δοξασθήσεται.

Ὠιδή.

Κύριε ὅ θεός μου, δοξάσω σε, ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποιήσας θαυμαστὰ. πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν· γένοιτο, Κύριε.

ὅτι ἔθηκας πόλεις εἷς χῶμα, πολεῖς ὀχυρὰς τοῦ πεσεῖν αὐτῶν τὰ θεμέλια· τῶν ἀσεβῶν πόλις τὸν αἰῶνα οὐ μὴ [*](14 ευφρανθησονται + υμνουντες τον ενδοξασμον του Κυριου 22 al. 16 ευσεβει]+και ειπε (Κυριος) το μυστηριον μου εμοι και τοις εμοις 36 62 al. ερουσιν]+το μυστηριον μου εμοι V 305 his 109. αθετουντες]+ (και) αθεσιαν αθετουντων (V) 22 (109 305) 211. 18 και o εκβαινων Β 22 20 εκλινεν ως ο μεθυων κ. κραιπ. κ. σεισθ. ως οπωροφ. η γη κατισχανομια και πεσειται Β al. 21 ουρανου]+εν τω υψει 22 al. τους βασιλεις] τας Βασιλειας 36 al. της της]+επι της γης V 48 al. 22 συναξ συναγωγην αυτ. εις δεσμωτ. κ. αποκλεισ. εις οχυρωμα Β 22 al. 23 τειχος]+ και εντραπησεται η σεληνη και αισχυνθησεται o ηλιος ℵQ mg 36 109 309 pl εκ Σ. και εις ερ. Β. XXV 1 om ωδη ℵBQ al. om μου Β al. om Κυριε 2° B. 2 του πεσειν Β. τον αιωνα] pr εις ℵc.a 24 106 147 al.)

38
οἰκοδομηθῇ.

διὰ τοῦτο εὐλογήσει σε ὃ λαὸς ὃ πτωχός, καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογήσουσίν σε.

ἐγένου γὰρ πάσῃ πόλει ταπεινῇ βοηθός, καὶ τοῖς ἀθυμήσασιν δι’ ἔνδειαν σκέπη, ἀπὸ ἀνθρώπων πονηρῶν ῥύσῃ αὐτούς· σκέπη διψώντων, καὶ πνεῦμα ἀνθρώπων ἀδικουμένων, εὐλογήσουσίν σε,

ὡς ἅνθρωποι ὀλιγόψυχοι διψῶντες ἐν Σιὼν ἀπὸ ἀνθρώπων ἀσεβῶν, οἷς ἡμᾶς παρέδωκας.

καὶ ποιήσει Κύριος σαβαὼθ πᾶσι τοῖς ἔθνεσιν· ἐπὶ τὸ ὅρος τοῦτο πίονται εὐφροσύνην, πίονται οἶνον·

χρίσονται μύρον ἐν τῷ ὄρει τούτῳ. παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη.

κατέπιεν ὅ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὃ θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς, τὸ γὰρ στόμα Κυρίου ἐλάλησεν.

καὶ ἐροῦσιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Ἰδοὺ ὃ θεὸς ἡμῶν ἐφ’ ᾦ ἠλπίζομεν, καὶ ἠγαλλιώμεθα καὶ εὐφράνθημεν ἐπὶ τῇ σωτηρίᾳ. ἡμῶν.

ὅτι ἀνάπαυσιν δώσει ὃ θεὸς ἐπὶ τὸ ὅρος τοῦτο, καὶ καταπατηθήσεται ἡ Μωαβῖτις ὃν τρόπον πατοῦσιν ἅλωνα ἐν ἁμάξαις·

καὶ ἀνήσει τὰς χεῖρας αὐτοῦ, ὃν τρόπον καὶ αὐτὸς ἐταπείνωσεν τοῦ ἀπολέσαι, καὶ ταπεινώσει τὴν ὕβριν αὐτοῦ ἐφ᾿ ἃ τὰς χεῖρας ἐπέβαλεν· τὸ ὕψος τῆς καταφυγῆς τοῦ τοίχου σου ταπεινώσει, καὶ καταβήσεται ἕως τοῦ ἐδάφους.