Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

καὶ ἐνδύσω αὐτὸν τὴν στολήν σου, καὶ τὸν στέφανόν σου δώσω αὐτῷ καὶ τὸ κράτος, καὶ τὴν οἰκονομίαν σου δώσω εἰς τὰς χεῖρας αὐτοῦ· καὶ ἔσται ὡς πατὴρ τοῖς ἐνοικοῦσιν ἐν Ἰερουσαλὴμ . <καὶ τοῖς ἐνοικοῦσιν ἐν Ἰούδᾳ>.

καὶ δώσω τὴν δόξαν Δαυεὶδ αὐτῷ, καὶ ἄρξει, καὶ οὐκ ἔσται ὁ ἀντιλέγων, καὶ δώσω τὴν κλεῖδα οἴκου Δαυεὶδ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ ἀνοίξει καὶ οὐκ ἔσται ὁ ἀποκλείσων, καὶ κλείσει καὶ οὐκ ἔσται ὁ ἀνοίγων.

καὶ στήσω αὐτὸν ἄρχοντα ἐν τόπῳ πιστῷ, καὶ ἔσται εἰς θρόνον δόξης τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ.

καὶ ἔσται πεποιθὼς ἐπ᾿ αὐτὸν πᾶς ἔνδοξος ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ, ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ ἔσονται ἐπικρεμάμενοι ἐν αὐτῷ, πέν τῇ ἡμέρᾳ. ἐκείνῃ. τάδε λέγει Κύριος σαβαώθ· κινηθήσεται ὁ ἅνθρωπος ὁ ἐστηριγμένος ἐν τόπῳ πιστῷ, καὶ πεσεῖται καὶ ἀφαιρεθήσεται ἡ δόξα ἡ ἐπ᾿ αὐτόν, ὅτι Κύριος ἐλάλησεν.

Τὸ ὅραμα Τύρου.

Ὀλολύζετε, πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο, καὶ οὐκέτι ἔρχονται ἐκ γῆς Κητιαίων· ἦκται αἰχμάλωτος.

τίνι ὅμοιοι [*](16 om σεαυτω...εγραψας Q* 26 301 om σεαντω...μνημειον ℵ* om και εγραψας ℵc.a. 17 εκβαλλει BQ*. στολην]+κ. την κιδαριν 22 al. 18 om εις καταπατημα Β. 20 καλεσω] pr και Β (a1 ?). 21 και το κρατος] κατα κρατος Β 22 al. και τ. ενοικ. εν Ιουδα Α a(mg) om A* om τ. ενοικουσιν QΓ 301. 22 om και δωσω την κλειδα...ανοι’γων QI 24 198 306 om και δωσω τ. κλειδα...αποκλεισων Β. εσται o αποκλεισων] ε. o. αποκλειων ℵ*, al ουδεις κλεισει 22 a1. 23 στησω] στηλω Β*Q mg. τω οικω Q 36 al. 24 om εν 2° MSS exc A 24 41 49 106 233. 25 om εν 1° B. αφαιρεθ. και πεσειται Β. η δοξα] pr και εξολεθρευθησεται B 22 al. XXIII οραμα] ρημα BQ* pl. 1 ολολυξατε B pl. Κιτιαιων (-εων) ℵB(Q) (22) pl.)

35
γεγόνασιν οἷ ἐνοικοῦντες ἐν τῇ νήσῳ, μεταβόλοι Φοινίκης, διεκπερῶντες τὴν θάλασσαν

ἐν ὕδατι πολλῷ, σπέρμα μεταβόλων; ὡς εἰσφερομένου οἱ μεταβάλοι τῶν ἐθνῶν.

αἰσχύνθητι, Σιδών, εἶπεν ἡ θάλασσα· ἡ δὲ ἰσχὺς τῆς θαλάσσης εἶπεν Οὐκ ὤδινον, οὐδὲ ἔτεκον, οὐδὲ ἐξέθρεψα νεανίσκους, οὐδὲ ὕψωσα παρθένους.

ὅταν δὲ ἀκουστὸν γένηται ἐν Αἰγύπτῳ, λήμψεται αὐτοὺς ὀδύνη περὶ Τύρου.

ἀπέλθατε εἰς Καρχηδόνα, ὀλολύζετε, οἱ ἐνοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ.

οὐχ αὕτη ὑμῶν ἦν ἡ ὕβρις ἡ ἀπ’ ἀρχῆς, πρὶν ἢ παραδοθῆναι αὐτήν;

τίς ταῦτα ἐβούλευσεν ἐπὶ Τύρον; μὴ ἥσσων ἐστίν, ἦ οὐκ ἰσχύει; οἱ ἔμποροι αὐτῆς ἔνδοξοι, ἄρχοντες τῆς γῆς.

Κύριος σαβαὼθ ἐβουλεύσατο παραλῦσαι τὴν ὕβριν τῶν ἐνδόξων καὶ ἀτιμάσω πᾶν ἔνδοξον ἐπὶ τῆς γῆς.

ἐργάζου τὴν γῆν σου, καὶ γὰρ πλοῖα οὐκέτι ἔρχονται ἐκ Καρχηδόνος.

ἡ δὲ χείρ σου οὐκέτι ἰσχύει κατὰ θάλασσαν, ἡ παροξύνουσα βασιλεῖς· Κύριος σαβαὼθ ἐνετείλατο περὶ Χανάαν ἀπολέσω αὐτῆς τὴν ἰσχύν.

καὶ ἐροῦσιν Οὐκέτι μὴ προσθῆτε τοῦ ὑβρίζειν καὶ ἀδικεῖν τὴν θυγατέρα Σιών· καὶ ἐὰν ἀπέλθῃς εἷς Κητιείμ, οὐδὲ ἐκεῖ σοι ἀνάπαυσις ἔσται·

καὶ εἷς γῆν Χαλδαίων, ἢ καὶ αὕτη ἠρήμωται ἀπὸ τῶν Ἀσσυρίων, οὐδὲ ἐκεῖ σοι ἀνάπαυσις ἔσται, ὅτι ὁ τοῖχος αὐτῆς πέπτωκεν.

ὀλολύζετε, πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο τὸ ὀχύρωμα ὑμῶν.

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταλειφθήσεται Τύρος ἔτη ἑβδομήκοντα, ὡς χρόνος βασιλέως, ὡς χρόνος ἀνθρώπου· καὶ ἔσται μετὰ ἑβδομήκοντα <ἔτη> ἔσται Τύρος ὡς ᾆσμα πόρνης.

λάβε κιθάραν, ῥέμβευσον, πόλις πόρνη ἐπιλελησμένη, καλῶς κιθάρισον, πολλὰ ᾆσον, ἵνα σου ἡ μνεία γένηται. καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη ἐπισκοπὴν ποιήσει ὃ θεὸς Τύρου, καὶ πάλιν ἀποκαταστήσεται εἷς τὸ ἀρχαῖον,