Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

ἐνεπλήσθη ἡ πόλις βοώντων, οἱ τραυματίαι σου οὗ [*](6 προς με Κυριος ℵΒ pl. ο] ον ℵ*Β*vidΓ 93. εαν] αν ℵ*Β. 7 αναβατην 1°] pr και Β al (om αναβ. ονου 301). 8 σκοπιάν· Κυριος ειπεν Β 22 al. εστην 2°] pr εγω Β 22 al. 9 πεπτωκεν πεπτωκεν Β. τριβη BV 36 al. 10 οι οδυνωμενοι MSS exc A 41 106. 11 κάλει MSS exc A (26). φυλάξεται Α φυλάσσετε ℵΒQ al φυλασσε 62 144 al. 12 φυλάσσω] φυλάσσου ℵc.a 26 φυλάσσων ηλθε το πρωι 22 8.]. 13 κοιμηθησονται 22 al. 14 διψ. υδωρ MSS exc A 22. 15 φευγοντων] πεφονευμενων Β. πολεμω] παιδιω Α a. 16 οτι] διοτι ℵΒ pl txt ΑQ*Γ 26 41 106 al. Κυριος o θεος Ισρ. ελαλησεν Β al. 17 διοτι] οτι Β al. XXII οραμα] ρημα ℵΒQ pl. 1 οτι νυν ℵB. 2 βοωντων]+η πολις η γαυριωσα (Q mg) V 36 al.)

33
τραυματίαι μαχαίρας, οὐδὲ οἶ νεκροί σου νεκροὶ πολέμου.

πάντες οἶ ἄρχοντές σου πεφεύγασιν, καὶ οἶ ἁλόντες σκληρῶς δεδεμένοι εἰσίν, καὶ οἱ ἰσχύοντες ἐν σοὶ πόρρω πεφεύγασιν.

διὰ τοῦτο εἶπα Ἄφετέ με, πικρῶς κλαύσομαι· μὴ κατισχύσητε παρακαλεῖν με ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου.

ὅτι ἡμέρα ταραχῆς καὶ ἀπωλείας καὶ καταπατήματος, καὶ πλάνησις παρὰ Κυρίου σαβαώθ· έν φάραγγι Σιὼν πλανῶνται, ἀπὸ μικροῦ ἕως μεγάλου πλανῶνται ἐπὶ τὰ ὅρη.

οἱ δὲ Ἐλαμεῖται ἔλαβον φαρέτρας, ἀναβάται ἅνθρωποι ἐφ’ ἵπποις, καὶ συναγωγὴ παρατάξεως.

καὶ ἔσονται αἶ ἐκλεκταὶ φάραγγές σου, πλησθήσονται ἁρμάτων, οἶ δὲ ἱππεῖς ἐμφράξουσι τὰς πύλας σου,

καὶ ἀνακαλύψουσιν τὰς πύλας Ἰούδα· καὶ ἐμβλέψονται τῇ ἡμέρᾳ ἐκείνῃ εἷς τοὺς ἐκλεκτοὺς οἴκους Τῆς πόλεως,