Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

φυλάσσω τὸ πρωὶ καὶ τὴν νύκτα· ἐὰν ζητῇς ζήτει, καὶ παρ’ ἐμοὶ οἴκει,

ἐν τῷ δρυμῷ ἑσπέρας κοιμηθήσῃ, ἐν τῇ ὁδῷ Δαιδάν,

εἰς συνάντησιν ὕδωρ διψῶντι φέρετε, οἱ ἐνοικοῦντες ἐν χώρᾳ. Θαιμάν, ἄρτοις συναντᾶτε τοῖς φεύγουσιν

διὰ τὸ πλῆθος τῶν φευγόντων καὶ διὸ. τὸ πλήθος τῶν πλανωμένων καὶ διὰ τὸ πλῆθος τῆς μαχαίρας καὶ διὸ, τὸ πλῆθος τῶν τοξευμάτων τῶν διατεταμένων καὶ διὰ τὸ πλῆθος τῶν πεπτωκότων ἐν τῷ πολέμῳ.

ὅτι οὕτως εἶπέν μοι Κύριος Ἔτι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μισθωτοῦ, ἐκλείψει ἡ δόξα τῶν υἱῶν Κηδάρ,

καὶ τὸ κατάλοιπον τῶν τοξευμάτων τῶν ἰσχυρῶν υἱῶν Κηδὰρ ἔσται ὀλίγον, διότι Κύριος ἐλάλησεν ὃ θεὸς Ἰσραήλ.

Τὸ ὅραμα τῆς φάραγγος Σιών.

Τί ἐγένετό σοι νυν, ὅτι ἀνέβητε πάντες εἷς δώματα μάταια;