Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

ἰδοὺ δὴ Κύριος σαβαὼθ ἐκβαλεῖ καὶ ἐκτρίψει ἄνδρα, καὶ ἀφελεῖ τὴν στολήν σου καὶ τὸν στέφανόν σου τὸν ἔνδοξον,

καὶ ῥίψει σε εἰς χώραν μεγάλην καὶ ἀμέτρητον, καὶ ἐκεῖ ἀποθανῇ· καὶ θήσει τὸ ἅρμα σου τὸ καλὸν εἰς ἀτιμίαν, καὶ τὸν οἶκον τοῦ ἄρχοντός σου εἷς καταπάτημα,

καὶ ἀφαιρεθήσει ἐκ τῆς οἰκονομίας σου καὶ ἐκ τῆς στάσεως σου.

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καλέσω τὸν παῖδά μου Ἐλιακεὶμ τὸν τοῦ Χελκίου,