Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

καὶ ἐνδύσω αὐτὸν τὴν στολήν σου, καὶ τὸν στέφανόν σου δώσω αὐτῷ καὶ τὸ κράτος, καὶ τὴν οἰκονομίαν σου δώσω εἰς τὰς χεῖρας αὐτοῦ· καὶ ἔσται ὡς πατὴρ τοῖς ἐνοικοῦσιν ἐν Ἰερουσαλὴμ . <καὶ τοῖς ἐνοικοῦσιν ἐν Ἰούδᾳ>.

καὶ δώσω τὴν δόξαν Δαυεὶδ αὐτῷ, καὶ ἄρξει, καὶ οὐκ ἔσται ὁ ἀντιλέγων, καὶ δώσω τὴν κλεῖδα οἴκου Δαυεὶδ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ ἀνοίξει καὶ οὐκ ἔσται ὁ ἀποκλείσων, καὶ κλείσει καὶ οὐκ ἔσται ὁ ἀνοίγων.

καὶ στήσω αὐτὸν ἄρχοντα ἐν τόπῳ πιστῷ, καὶ ἔσται εἰς θρόνον δόξης τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ.

καὶ ἔσται πεποιθὼς ἐπ᾿ αὐτὸν πᾶς ἔνδοξος ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ, ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ ἔσονται ἐπικρεμάμενοι ἐν αὐτῷ, πέν τῇ ἡμέρᾳ. ἐκείνῃ. τάδε λέγει Κύριος σαβαώθ· κινηθήσεται ὁ ἅνθρωπος ὁ ἐστηριγμένος ἐν τόπῳ πιστῷ, καὶ πεσεῖται καὶ ἀφαιρεθήσεται ἡ δόξα ἡ ἐπ᾿ αὐτόν, ὅτι Κύριος ἐλάλησεν.