Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

ὅτι οὕτως [*](ΧΧ 1 ου] οτε Β. Ναθαν] Ταναθαν ℵc.aB*Q* Θαρθαν Q mg. κατελάβετο] ελαβεν Β 22 al. 2 Ησαιαν]+υιον Αμως Β 22 al. ποιησον] εποιησεν V 22, ανυποδετος ℵΒQ pl. 3 o παις μου Ησαιας ℵB pl. τρια ετη τρια ετη Β. σημεια] pr εις Β. 4 ανακεκαλυμμ.] αμα κεκαλυμμενους Β (Ald.) 5 om οι Αιγυπτιοι 1° B al. ησαν γαρ] οι ησαν ℵΒ 22 301 al. 6 ερουσιν]+εν τη ημερα εκεινη ℵ. ταυτη] + εν τη ημερα εκεινη Β 22 al XXI οραμα] ρημα QV 62 al. 1 ερημου]+της θαλασσης V 22 al. γης φοβερας φοβερον 22 al. 3 του μη ακουσαι MSS exc ℵΑΒQ 26 106 301. του μη βλεπειν Β pl. 5 φαγετε πιετε Β pl.)

32
εἶπεν Κύριος πρὸς μέ Βαδίσας σεαυτῷ στῆσον σκοπόν, καὶ ὃ ἐὰν ἴδῃς ἀνάγγειλον.

καὶ ἴδον ἀναβάτας ἱππεῖς δύο, ἀναβάτην ὄνου καὶ ἀναβάτην καμήλου. ἀκρόασαι ἀκρόασιν πολλήν,

καὶ κάλεσον Οὐρείαν εἷς τὴν σκοπιὰν Κυρίου. καὶ εἶπεν Ἔστην διὸ. παντὸς ἡμέρας, καὶ ἐπὶ τῆς παρεμβολῆς ἔστην ὅλην τὴν νύκτα,

καὶ ἰδοὺ αὐτὸς ἔρχεται ἀναβάτης συνωρίδος. καὶ ἀποκριθεὶς εἶπεν Πέπτωκεν Βαβυλών, καὶ πάντα τὸ. ἀγάλματα αὐτῆς καὶ τὰ χειροποίητα αὐτῆς συνετρίβησαν εἷς τὴν γῆν.

ἀκούσατε οἱ καταλελιμμένοι καὶ ὀδυνώμενοι, ἀκούσατε ἃ ἤκουσα παρὰ Κυρίου σαβαώβ· ὃ θεὸς τοῦ Ἰσραὴλ ἀνήγγειλεν ἡμῖν.

Τὸ ὅραμα τῆς Ἰδουμαίας.

Πρὸς ἐμὲ καλεῖτε παρὰ τοῦ Σηείρ Φυλάξετε ἐπάλξεις.

φυλάσσω τὸ πρωὶ καὶ τὴν νύκτα· ἐὰν ζητῇς ζήτει, καὶ παρ’ ἐμοὶ οἴκει,

ἐν τῷ δρυμῷ ἑσπέρας κοιμηθήσῃ, ἐν τῇ ὁδῷ Δαιδάν,

εἰς συνάντησιν ὕδωρ διψῶντι φέρετε, οἱ ἐνοικοῦντες ἐν χώρᾳ. Θαιμάν, ἄρτοις συναντᾶτε τοῖς φεύγουσιν

διὰ τὸ πλῆθος τῶν φευγόντων καὶ διὸ. τὸ πλήθος τῶν πλανωμένων καὶ διὰ τὸ πλῆθος τῆς μαχαίρας καὶ διὸ, τὸ πλῆθος τῶν τοξευμάτων τῶν διατεταμένων καὶ διὰ τὸ πλῆθος τῶν πεπτωκότων ἐν τῷ πολέμῳ.

ὅτι οὕτως εἶπέν μοι Κύριος Ἔτι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μισθωτοῦ, ἐκλείψει ἡ δόξα τῶν υἱῶν Κηδάρ,

καὶ τὸ κατάλοιπον τῶν τοξευμάτων τῶν ἰσχυρῶν υἱῶν Κηδὰρ ἔσται ὀλίγον, διότι Κύριος ἐλάλησεν ὃ θεὸς Ἰσραήλ.

Τὸ ὅραμα τῆς φάραγγος Σιών.

Τί ἐγένετό σοι νυν, ὅτι ἀνέβητε πάντες εἷς δώματα μάταια;

ἐνεπλήσθη ἡ πόλις βοώντων, οἱ τραυματίαι σου οὗ [*](6 προς με Κυριος ℵΒ pl. ο] ον ℵ*Β*vidΓ 93. εαν] αν ℵ*Β. 7 αναβατην 1°] pr και Β al (om αναβ. ονου 301). 8 σκοπιάν· Κυριος ειπεν Β 22 al. εστην 2°] pr εγω Β 22 al. 9 πεπτωκεν πεπτωκεν Β. τριβη BV 36 al. 10 οι οδυνωμενοι MSS exc A 41 106. 11 κάλει MSS exc A (26). φυλάξεται Α φυλάσσετε ℵΒQ al φυλασσε 62 144 al. 12 φυλάσσω] φυλάσσου ℵc.a 26 φυλάσσων ηλθε το πρωι 22 8.]. 13 κοιμηθησονται 22 al. 14 διψ. υδωρ MSS exc A 22. 15 φευγοντων] πεφονευμενων Β. πολεμω] παιδιω Α a. 16 οτι] διοτι ℵΒ pl txt ΑQ*Γ 26 41 106 al. Κυριος o θεος Ισρ. ελαλησεν Β al. 17 διοτι] οτι Β al. XXII οραμα] ρημα ℵΒQ pl. 1 οτι νυν ℵB. 2 βοωντων]+η πολις η γαυριωσα (Q mg) V 36 al.)

33
τραυματίαι μαχαίρας, οὐδὲ οἶ νεκροί σου νεκροὶ πολέμου.

πάντες οἶ ἄρχοντές σου πεφεύγασιν, καὶ οἶ ἁλόντες σκληρῶς δεδεμένοι εἰσίν, καὶ οἱ ἰσχύοντες ἐν σοὶ πόρρω πεφεύγασιν.

διὰ τοῦτο εἶπα Ἄφετέ με, πικρῶς κλαύσομαι· μὴ κατισχύσητε παρακαλεῖν με ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου.

ὅτι ἡμέρα ταραχῆς καὶ ἀπωλείας καὶ καταπατήματος, καὶ πλάνησις παρὰ Κυρίου σαβαώθ· έν φάραγγι Σιὼν πλανῶνται, ἀπὸ μικροῦ ἕως μεγάλου πλανῶνται ἐπὶ τὰ ὅρη.

οἱ δὲ Ἐλαμεῖται ἔλαβον φαρέτρας, ἀναβάται ἅνθρωποι ἐφ’ ἵπποις, καὶ συναγωγὴ παρατάξεως.