Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

καὶ οὐ μὴ πεποιθότες ὦσιν ἐπὶ τοῖς βωμοῖς οὐδὲ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν ἅ ἐποίησαν οἱ δάκτυλοι οὐτῶν, καὶ οὐκ ὄψονται τὰ. ἄλση αὐτῶν οὐδὲ τὰ βδελύγματα αὐτῶν.

τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται αἱ πόλεις σου ἐγκαταλελιμμέναι ὃν τρόπον ἐγκατέλιπον οἱ Ἀμορραῖοι καὶ οἱ Εὑαῖοι ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ· καὶ ἔσονται ἔρημοι·

διότι ἐγκατέλιπες τὸν θεὸν τὸν σωτῆρά σου, καὶ Κυρίου τοῦ βοηθοῦ σου οὐκ ἐμνήσθης. διὰ τοῦτο φυτεύσεις φύτευμα ἄπιστον καὶ σπέρμα ἄπιστον·

τῇ δὲ ἡμέρᾳ ᾖ ἂν φυτεύσῃς, πλανηθήσῃ· τὸ δὲ πρωὶ ἐὰν <σπείρῃς>, ἀνθήσει εἷς ἀμητόν ᾗ ἂν ἡμέρᾳ κληρώσῃ, καὶ ὥσπερ πατὴρ ἀνθρώπου κληρώσῃ τοῖς υἱοῖς.

Οὐαὶ πλῆθος ἐθνῶν πολλῶν· ὡς θάλασσα κυμαίνουσα, οὕτως ταραχθήσεσθε, καὶ νῶτος ἐθνῶν πολλῶν ὡς ὕδωρ ἠχήσει·

ὡς ὕδωρ πολὺ ἔθνη πολλά, ὡς ὕδατος πολλοῦ βίᾳ. καταφερομένου. καὶ [*](3 om εσται 2° B al. απολειται] εκλειψει 22 al om BQ al txt ℵA 62 106 147 233. 4 om της 1° B. πιονα] πλειονα ℵΑ1QΓ 49 301 306. 5 om εν τω Βραχιονι αυτου ℵc.a BQ pl. 6 αυτου] αυτων MSS exc AQ* 106 μετεωρων 22 al. 7 ο ανθρωπος ℵc.a BQ al. 8 ωσιν]+επι τοις αδικησασιν αυτους ουδε ℵ. αυτων 2°]+αλλ εσονται πεποιθοτες επι τον αγιον του Ισραηλ ℵQ 24 al. τα αλση] τα δενδρα BQ pl τα δενδρα επι τα αρση ℵ* (txt A 26 49 106) om αυτων 3° B pl. 9 εγκατελειπον Α κατελιπον BQ pl. 10 εγκατελειπες ΑΓ 301 απιστον 1° 2°] πιστον conj. Schleusner. 11 σπειρης] φυτευσης Α. ωσπερ] ως MSS exc A. τοις υιοις]+σου ℵΒQ al (txt Α 106)+αυτου V (22) al. τους υιους+σου 24 91 al+αυτου 62 147 13 φερομενου BQ pl.)

28
ἀποσκορακιεῖ αὐτόν, καὶ πόρρω αὐτὸν διώξεται ὡς χνοῦν ἀχύρου λικμώντων ἀπέναντι ἀνέμου, καὶ ὡς κονιορτὸν τροχοῦ καταιγὶς φέρουσα.

πρὸς ἑσπέραν ἔσται πένθος· πρὶν ἦ πρωί, καὶ οὐκ ἔσται. αὕτη ἡ μερὶς τῶν ὑμᾶς προνομευσάντων, καὶ κληρονομία τῶν ὑμᾶς κληρονομησάντων.