Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Τὸ ῥῆμα τὸ κατὰ. Δαμασκοῦ.

Ἰδοὺ Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεων, καὶ ἔσται εἰς πτῶσιν,

καταλελιμμένη εἰς τὸν αἰῶνα, εἰς κοίτην ποιμνίων καὶ ἀνάπαυσιν βουκολίων, καὶ οὐκ ἔσται ὁ διώκων·

καὶ οὐκέτι ἔσται ὀχυρὰ τοῦ [*](6 εξηρα ℵ*Β* pl + και η υβρις και η μηνις αυτου 12 pl. 8 καταπατησατε Α a (-σονται Α*fort) -σετε ℵΒQ -σουσιν 301. ερημον 2°] θαλασσαν ℵc.aB pl 9 Ελεαλη] ελαλησεν (+αλη ℵ*) ℵΑΒ ab Q al ελαλει 24. επι 1°] pt οτι Β pl pr ετι ℵQ 26 (239 306) txt A 41 106 301. καταπατησω] καταλεγμα καταπατουντων επεσεν (22vid 36) (51) 62 90 al. πεσειται 24 36 al 10 om σου 1° B pl. γαρ]+κελευσμα 22 al. 11 ωσει] ως Β. om o B. 12 ως το] εις το ℵΒQ al ωστε 11 al. σε]+οτι ℵΒQ pl. 13 om το B. om και Β. 14 om εν 2° B al. om τω 1° 11 al.) [*](XVII 2 om και αναπαυσιν βουκολιων ℵ* om βουκολιων BQ pl (cf lxv 10).)

27
καταφυγεῖν Ἐφράιμ· καὶ οὐκέτι ἔσται βασιλεία ἐν Δαμασκῷ, καὶ τὸ λοιπὸν τῶν Σύρων ἀπολεῖται· οὐ γὰρ σὺ βελτίων εἷ τῶν υἱῶν Ἰσραὴλ καὶ τῆς δόξης αὐτῶν.

Τάδε λέγει Κύριος σαβαώθ Ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκλειψις τῆς δόξης Ἰακώβ, καὶ τὰ πίονα τῆς δόξης αὐτοῦ σεισθήσεται.

καὶ ἔσται ὅν τρόπον ἐάν τις συναγάγῃ ἀμητὸν ἑστηκότα καὶ σπέρμα σταχύων ἐν τῷ βραχίονι αὐτοῦ ἀμήσῃ. καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ στάχυν ἐν φάραγγι στερεᾷ,

καὶ καταλειφθῇ ἒν αὐτῇ καλάμη, ἢ ὡς ῥῶγες ἐλαίας δύο ἢ τρεῖς ἐπ᾿ ἄκρου μετεώρου, ἦ τέσσαρες ἢ πέντε ἐπὶ τῶν κλάδων αὐτοῦ καταλειφθῇ. τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ.

τῇ ἡμέρᾳ ἐκείνῃ πεποιθὼς ἔσται ἅνθρωπος ἐπὶ τῷ ποιήσαντι αὐτόν, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐμβλέψονται,