Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Τοῦ ἔτους οὗ ἀπέθανεν Ἀχὰζ ὁ βασιλεὺς τό ῥῆμα τοῦτο.

Μὴ εὐφρανθείητε, πάντες οἱ ἀλλόφυλοι, συνετρίβη γὰρ ὁ ζυγός τοῦ παίοντος ὑμᾶς· ἐκ γὰρ σπέρματος ὄφεων ἐξελεύσεται ἔγγονα ἀσπίδων, καὶ τὰ, ἔκγονα αὐτῶν ἐξελεύσονται ὄφεις πετόμενοι.

καὶ βοσκηθήσονται πτωχοὶ δι᾿ αὐτοῦ· πτωχοὶ δὲ ἄνδρες ἐπ᾿ εἰρήνης ἀναπαύσονται· ἀνελεῖ δὲ λιμῷ τὸ σπέρμα σου, καὶ τὸ κατάλιμμά σου ἀνελεῖ.

ὀλολύζετε, πύλαι πόλεων, κεκραγέτωσαν πόλεις τεταραγμέναι, οἱ ἀλλόφυλοι πάντες, ὅτι καπνὸς ἀπὸ βορρᾶ ἔρχεται, καὶ οὐκ ἔστιν τοῦ εἶναι.

καὶ τι ἀποκριθήσονται βασιλεῖς τῶν ἐθνῶν; ὅτι Κύριος ἐθεμελίωσεν Σιών, καὶ δι’ αὐτοῦ σωθήσονται οἱ ταπεινοὶ τοῦ λαοῦ.

Τὸ ὅραμα τὸ κατὰ τῆς Μωαβίτιδος.

Νυκτὸς ἀπολεῖται ἡ Μωαβῖτις, νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος.

λυπεῖσθε ἐφ᾿ ἑαυτοῖς, ἀπολεῖται γὰρ Δαιβηδών, οὗ ὁ βωμὸς ὑμῶν· ἐκεῖ ἀναβήσεσθε κλαίειν, ἐπὶ Ναβαῦ τῆς Μωαβίτιδος. ὀλολύζετε, ἐπὶ πάσης κεφαλῆς φαλάκρωμα, πάντες βραχίονες κατατετμημένοι,