Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

ἑτοίμασον σφαγῆναι τὰ τέκνα σου ταῖς ἁμαρτίαις τοῦ πατρός σου, ἵνα μὴ ἀναστῶσιν καὶ τὴν γῆν κληρονομήσωσιν καὶ ἐπαναστήσομαι τὴν γῆν πολέμων.

καὶ ἐπαναστήσομαι αὐτοῖς, λέγει Κύριος σαβαώθ, καὶ ἀπολῶ αὐτῶν ὄνομα καὶ κατάλειμμα καὶ σπέρμα· τάδε λέγει Κύριος.

καὶ θήσω τὴν Βαβυλωνίαν ἔρημον, ὥστε κατοικεῖν ἐχίνους, καὶ ἔσται εἰς οὐδέν· καὶ θήσω αὐτὴν πηλοῦ < βάραθρον> εἰς ἀπώλειαν.

Τάδε λέγει Κύριος σαβαώθ Ὃν τρόπον εἴρηκα οὕτως ἔσται, [*](11 om δε BQ pl. 13 om εν Β. διανοια] καρδια ℵ 49 87 91. 14 νεφελων] νεφων Β υψηλων 62 147+των υψηλων 301. 15 αδην BQ al. 16 θαυμασονται B 22 al. 17 om και τας πολεις καθειλεν A. πολεις] + αυτου Β. απαγωγη V 22 24 al. 18 εκαστος] ανθρωπος MSS exc A 106 239 306. 19 ιματ. εν αιματι MSS exc A 306. 20 om ου μη... χρονον Q*. 21 τα. τεκνα σου σφαγηναι MSS exc A. σου 2°] αυτων Β. πολεμων] πολεων V 109 305 al. 23 βαραθρον MSS exc A 109 305 (-θρων 106).)

24
καὶ ὃν τρόπον βεβούλευμαι οὕτως μενεῖ,

τοῦ ἀπολέσαι τοὺς Ἀσσυρίους ἀπὸ τῆς γῆς τῆς ἐμῆς καὶ ἀπὸ τῶν ὀρέων μου· καὶ ἔσονται ἐς καταπάτημα, καὶ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῶν ὁ ζυγὸς αὐτῶν, καὶ τό κῦδος αὐτῶν ἀπὸ τῶν ὤμων ἀφαιρεθήσεται.

αὔτη ἡ βουλὴ ἥν βεβούλευται Κύριος ἐπὶ τὴν οἰκουμένην ὅλην, καὶ αὕτη ἡ χεὶρ ἡ ὑψηλὴ ἐπὶ πάντα τὰ ἔθνη τῆς οἰκουμένης.

ἃ γὰρ ὁ θεὸς ὁ ἅγιος βεβούλευται τίς διασκεδάσει; καὶ τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;