Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

νῦν δὲ εἷς ᾅδου καταβήσῃ καὶ εἰς τὰ θεμέλια τῆς γῆς.

οἱ ἰδόντες σε θαυμάσουσιν ἐπὶ σοὶ καὶ ἐροῦσιν Οὗτος ὁ ἅνθρωπος ὁ παροξύνων τὴν γῆν, σείων βασιλεῖς,

ὁ θεὶς τὴν οἰκουμένην ὅλην ἔρημον, καὶ καὶ τὰς πόλεις καθεῖλεν, τοὺς ἐν ἐπαγωγῇ οὐκ ἔλυσεν.

πάντες οἱ βασιλεῖς τῶν ἐθνῶν ἐκοιμήθησαν ἐν τιμῇ, ἕκαστος ἐν τῷ οἴκῳ αὐτοῦ.

σὺ δὲ ῥιφήσῃ ἐν τοῖς ὄρεσιν, ὡς νεκρὸς ἐβδελυγμένος, μετὰ. πολλῶν τεθνηκότων ἐκκεκεντημένων μαχαίραις καταβαινόντων εἰς ᾅδου. ὃν τρόπον ἐν αἵματι ἱμάτιον πεφυρμένον οὐκ ἔσται καθαρόν,

οὔτως οὐδὲ σὺ ἔσῃ καθαρός, διότι τὴν γῆν μου ἀπώλεσας καὶ τὸν λαόν μου ἀπέκτεινας· οὐ μὴ μείνῃς εἷς τὸν αἰῶνα χρόνον, σπέρμα πονηρόν.

ἑτοίμασον σφαγῆναι τὰ τέκνα σου ταῖς ἁμαρτίαις τοῦ πατρός σου, ἵνα μὴ ἀναστῶσιν καὶ τὴν γῆν κληρονομήσωσιν καὶ ἐπαναστήσομαι τὴν γῆν πολέμων.

καὶ ἐπαναστήσομαι αὐτοῖς, λέγει Κύριος σαβαώθ, καὶ ἀπολῶ αὐτῶν ὄνομα καὶ κατάλειμμα καὶ σπέρμα· τάδε λέγει Κύριος.

καὶ θήσω τὴν Βαβυλωνίαν ἔρημον, ὥστε κατοικεῖν ἐχίνους, καὶ ἔσται εἰς οὐδέν· καὶ θήσω αὐτὴν πηλοῦ < βάραθρον> εἰς ἀπώλειαν.