Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Καὶ ἐρεῖς ἓν τῇ ἡμέρᾳ. ἐκείνῃ Εὐλογήσω σε, Κύριε, διότι ὠργίσθης μοι, καὶ ἀπέστρεψας τὸν θυμόν σου καὶ ἠλέησάς με.

ἰδοὺ ὃ θεός μου σωτήρ μου, πεποιθὼς ἔσομαι ἐν αὐτῷ, καὶ οὔ φοβηθήσομαι· διότι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου Κύριος, καὶ ἐγένετό μοι εἷς σωτηρίαν.

καὶ ἀντλήσετε ὕδωρ μετ’ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου.

καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Ὑμνεῖτε Κύριον, βοᾶτε τὸ ὄνομα αὑτοῦ, ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὰ ἔνδοξα αὐτοῦ· μιμνήσκεσθε ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ. ὑμνήσατε τὸ ὄνομα Κυρίου, ὅτι ὑψηλὰ ἐποίησεν· ἀναγγείλατε ταῦτα ἐν πάσῃ τῇ ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε, οἱ κατοικοῦντες ἐν Σιών, ὅτι ὑψώθη ὃ ἅγιος τοῦ Ἰσραὴλ ἐν μέσῳ σου.

Ὅρασις ἦν εἶδεν Ἠσαίας υἱὸς Ἀμὼς κατὰ Βαβυλῶνος.

Ἐπ᾿ ὅρους πεδινοῦ ἄρατε σημεῖον, υψώσατε τὴν φωνὴν ἑαυτοῖς, μὴ φοβεῖσθε · παρακαλεῖτε τῇ <χειρί>. ἀνοίξατε, οἱ ἄρχοντες.

ἐγὼ συντάσσω, καὶ ἐγώ, αὑτούς· ἡγιασμένοι εἰσίν, καὶ ἐγὼ ἄγω αὐτούς· γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες.

φωνὴ ἐθνῶν πολλῶν ἐπὶ τῶν ὀρέων, ὁμοία ἐθνῶν [*](14 πλοοις A. 16 διοδος MSS exc A. εξηλθον ℵ 22 al. XII 1 ευλογω σε ℵ*B. 2 εν αυτω] επ αυτω ℵBQ και σωθησομαι εν αυτω ℵ*Q σωθησ. εν αυτω B ab(mg). εις σωτηριαν] σωτηρ 22 al. 3 αντλησεται ℵABQ*. 6 om εν 1° BQ pl. σου] αυτης B XIII 2 εαυτοις] αυτοις ’B pl εαυτων om μη φοβεισθε Β nolite timer: Tyconius 50. χειρι] ψυχη Α. 3 om ηγιασμενοι εισιν κ. ε. α αυτους Β om και εγω αυτους 22 62 al εγω συντασσω και εγω καλω αυτους ηγιασμενοι εισιν 301 quia ecce ego praecipio. sanctificati sunt et voco eos Tyc. αυτους °] αυτου A*. πληρωσαι τον θυμον μου] τ. θ. μ. παυσαι 22 106 al lenire (v. l. mitigare) Tye.)

21
πολλῶν, φωνὴ βασιλέων καὶ ἐθνῶν συνηγμένων. Κύριος σαβαὼθ ἐντέταλται ἔθνει ὁπλομάχῳ

ἔρχεσθαι ἐκ γῆς πόρρωθεν ἀπ᾿ ἄκρου θεμελίου τοῦ οὐρανοῦ, Κύριος καὶ οἱ ὁπλομάχοι αὐτοῦ, τοῦ καταφθεῖραι τὴν οἰκουμένην ὅλην.

ὀλολύζετε· ἐγγὺς γὰρ ἡ ἡμέρα Κυρίου, καὶ συντριβὴ παρὰ τοῦ θεοῦ ἥξει.

διὰ τοῦτο <πᾶσα χεὶρ> ἐκλυθήσεται, καὶ πᾶσα ψυχὴ ἀνθρώπου δειλιάσει·

καὶ ταραχθήσονται οἱ πρέσβεις, καὶ ὠδῖνες αὐτοὺς ἕξουσιν ὡς γυναικὸς τικτούσης· καὶ συμφοράσουσιν ἕτερος πρὸς τὸν ἕτερον καὶ ἐκστήσονται, καὶ τὸ πρόσωπον αὐτῶν ὡς φλὸξ μεταβαλοῦσιν.

Ἰδοὺ γὰρ ἡ ἡμέρα Κυρίου ἀνίατος ἔρχεται θυμοῦ καὶ ὀργῆς, θεῖναι τὴν οἰκουμένην ἔρημον καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσω ἐξ αὐτῆς.

οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ καὶ ὁ Ὠρίων καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ τὸ φῶς οὐ δώσουσιν, καὶ σκοτισθήσεται τοῦ ἡλίου ἀνατέλλοντος, καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς αὐτῆς.

καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακά, καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν· καὶ ἀπολῶ ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω.

καὶ ἔσονται οἱ καταλελιμμένοι ἔντιμοι μᾶλλον ἢ τὸ χρυσίον τὸ ἄπυρον, καὶ ὁ ἄνθρωπος μᾶλλον ἔντιμος ἔσται ἢ ὁ λίθος ὁ ἐκ Σουφείρ.