Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται.

καὶ ἀναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα τοῦ θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας·

ἐμπλήσει αὑτὸν πνεῦμα φόβου θεοῦ. οὔ κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει,

ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν, καὶ ἐλέγξει τοὺς ταπεινοὺς τῆς γῆς, καὶ πατάξει γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ, καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ·

καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀληθείᾳ εἰλημμένος τὰς πλευράς.

καὶ συνβοσκηθήσεται λύκος μετὰ ἀρνός, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ μοσχάριον καὶ ταῦρος καὶ λέων ἅμα βοσκηθήσονται, καὶ παιδίον μικρὸν ἄξει αὐτούς·

καὶ βοῦς καὶ ἄρκος ἅμα βοσκηθήσονται, καὶ ἅμα τὰ παιδία αὐτῶν βοσκηθήσονται, καὶ λεὼν καὶ βοῦς ἅμα φάγονται ἄχυρα·

καὶ παιδίον νήπιον ἐπὶ τρώγλην ἀσπίδων, καὶ ἐπὶ κοίτην ἐκγόνων ἀσπίδων τὴν χεῖρα ἐπιβαλεῖ.

καὶ οὔ μὴ κακοποιήσωσιν, οὐδ’ οὗ μὴ δύνωνται ἀπολέσαι οὐδένα ἐπὶ τὸ ὅρος τὸ ἅγιόν μου, ὅτι ἐνεπλήσθη ἡ σύμπασα τοῦ γνῶναι τὸν κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας.

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἦ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν. καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή.

Καὶ Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ προσθήσει Κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ, ὃ ἂν καταλειφθῇ ἀπὸ τῶν Ἀσσυρίων καὶ ἀπὸ Αἰγύπτου καὶ Βαβυλωνίας καὶ Αἰθιοπίας καὶ ἀπὸ Αἰλαμιτῶν καὶ ἀπὸ ἡλίου ἀνατολῶν καὶ ἐξ Ἀραβείας.

καὶ ἀρεῖ σημεῖον εἰς τὰ ἔθνη, καὶ συνάξει τοὺς ἀπολομένους Ἰσραήλ, καὶ τοὺς διεσπαρμένους Ἰούδα συνάξει ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς.

καὶ ἀφαιρεθήσεται ὁ ζῆλος Ἐφράιμ, καὶ οἱ ἐχθροὶ Ἰούδα ἀπολοῦνται· Ἐφράιμ οὐ ζηλώσει Ἰούδαν, καὶ Ἰούδας [*](XI 4 ταπεινους] ενδοξους ℵQ 1? al 22 106 al gloriosos Iren-lat (111 ix 3). 5 ειλημενος BQ. πλευρας] αυτου V 22 pl. 7 βοσκηθησονται] εσονται ℵBQ pl εσται 22 al. λεων ως βους Β pl. om αμα ° ℵB pl. 8 τρωγλων Β. επι κοιτην] pr απογεγαλακτισμενον 22 vid 62 al. 9 συμπασα] + γη 22 49 106 pl. κατακαλυψει V. 10 εθνω Α. 11 om εν ℵΒ al. ζηλωσαι] καὶ ζητησαι 12 al. απο °] υπο Β om ℵ*. και απο Βαβυλ. ℵΒ απο Βαβυλωνος 22 pl. 12 Ιουδα] pr του ℵQ 26 al. 13 ζηλος] ζυγος A 106.)

20
οὗ θλίψει Ἐφράιμ.

καὶ πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων· θάλασσαν ἅμα προνομεύσουσιν καὶ τοὺς ἀφ’ ἡλίου ἀνατολῶν καὶ Ἰδουμαίαν, καὶ ἐπὶ Μωὰβ πρῶτον τὰς χεῖρας ἐπιβαλοῦσιν, οἶ δὲ υἱοὶ Αμμὼν πρῶτοι ὑπακούσονται.

καὶ ἐρημώσει Κύριος τὴν θάλασσαν Αἰγύπτου, καὶ ἐπιβαλεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν πνεύματι βιαίῳ, καὶ πατάξει ἑπτὰ φάραγγας ὥστε διαπορεύεσθαι αὐτὸν ἐν ὑποδήμασιν·

καὶ ἔσται ὁδὸς τῷ καταλειφθέντι μου λαῷ ἐν Αἰγύπτῳ, καὶ ἔσται τῷ Ἰσραὴλ ὡς ἡ ἡμέρα ὅτε ἐξῆλθεν ἐκ γῆς Αἰγύπτου.