Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

καὶ οἱ καταλειφθέντες ἀπ’ αὐτῶν ἔσονται ἀριθμός, καὶ παιδίον γράψει αὐτούς.

Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ. ἐκείνῃ οὐκέτι [*](7 o νους αυτου] του αφανισαι 22 48 al. om και του ℵ (om και 49). εθνη εξολοθρευσαι ℵΒ 22 al om εθνη 87 al. 10 om εν τη χειρι μου BQ pl χωρας] αρχας BQ mg al πολεις 301. 11 αυτης °] αυτοις Α 93. και εν Ιερ. ℵ 26 al εν Ιερ. Q. om και τοις ειδωλοις αυτης Q txt 301. 12 om εν 2 ℵB al. επαξει] + κυριος ℵQ al pr και 87 al επισκεψομαι 22 *vid Ed Rom επισκεψεται 62 90 al. τον αρχοντα] pr επι Β pl. 13 τη ισχυι pr εν Β pl. εν τη σοφια Β. τησυνεσεως της σοφιας Α. 14 om μου ℵBQ al. με] μοι Α. αντ. μοι] ανοιγων το στομα και στρουθιζων 22 al. 15 ωσαυτως εαν] ως αν Β. 17 εις πυρ ℵBQ pl ibi ignis Tyconius 48. 18 βουνοι και οι δρυμοι MSS exc A. 19 παιδιον] μικρον 22 24 pl.)

18
προστεθήσεται τὸ καταλειφθὲν Ἰσραήλ, καὶ οἱ σωθέντες τοῦ Ἰακὼβ οὐκέτι μὴ πεποιθότες ὦσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς, ἀλλ᾿ ἔσονται πεποιθότες ἐπὶ τὸν θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ.

καὶ ἔσται τὸ καταλειφθὲν τοῦ Ἰακὼβ ἐπὶ θεὸν ἰσχύοντα.

καὶ ἐὰν γένηται ὁ λαός Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται· λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ,

ὅτι λόγον συντετμημένον ποιήσει ὁ θεός ἐν τῇ οἰκουμένῃ ὅλῃ.

Διὰ τοῦτο τάδε λέγει Κύριος ὁ θεὸς σαβαώθ Μὴ φοβοῦ, ὁ λαός μου, οἱ κατοικοῦντες ἐν Σιών, ἀπὸ Ἀσσυρίων, ὅτι ἐν ῥάβδῳ πατάξει σε· πληγὴν γὰρ ἐπάγω ἐπὶ σέ, τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου.

ἔτι γὰρ μικρὸν καὶ παύσεται ἡ ὀργή, ὁ δὲ θυμός μου ἐπὶ τὴν βουλὴν αὐτῶν·

καὶ ἐπεγερεῖ ὁ θεὸς ἐπ᾿ αὐτοὺς κατὰ τὴν πληγὴν τὴν Μαδιὰμ ἐν τόπῳ θλίψεως, καὶ ὁ θυμὸς αὐτοῦ τῇ ὁδῷ τῇ κατὰ θάλασσαν, εἰς τὴν ὁδόν τὴν κατ᾿ Αἴγυπτον.

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀφαιρεθήσεται ὅ φόβος αὐτοῦ ἀπὸ σοῦ, καὶ ὁ ζυγὸς αὐτοῦ ἀπὸ τοῦ ὤμου σου, καὶ καταφθαρήσεται ὁ ζυγὸς ἀπὸ τῶν ὤμων ὑμῶν.

ἥξει γὰρ εἰς τὴν πόλιν Ἀγγαί,

καὶ παρελεύσεται εἰς Μαγεδδώ, καὶ ἐν Μαχμὰς θήσει τὰ, σκεύη αὐτοῦ· καὶ παρελεύσεται φάραγγα καὶ ἥξει εἰς Ἀγγαί, φόβος λήμψεται ῾Ραμὰ πόλιν Σαούλ. φεύξεται

ἡ θυγάτηρ τηρ Γαλείμ, ἐπακούσεται ἐν Σά, ἐπακούσεται ἐν Ἀναθώθ·

ἐξέστη Μαδεβηνὰ καὶ οἱ κατοικοῦντες Γιββείρ.

παρακαλεῖτε σήμερον ἐν τῇ ὁδῷ τοῦ μεῖναι, τῇ χειρὶ παρακαλεῖτε τὸ ὄρος τὴν θυγατέρα Σιών, καὶ οἱ βουνοὶ οἱ ἐν Ἰερουσαλήμ.

ἰδοὺ γὰρ ὁ δεσπότης Κύριος σαβαὼθ συνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται, καὶ ταπεινωθήσονται οἱ ὑψηλοί,

<καὶ πεσοῦνται ὑψηλοὶ> μαχαίρᾳ, ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται.

[*](21 εσται] αναστρεψει 22 al. 22 καταλιμμα]+ αυτων ℵΒ pl. om γαρ B verbum consummans Cyp (Test ii 3). 23 συντετετμημενον Α. o θεος] Κυριος Β pl. 24 om ο θεος BQ pl. εγω επαγω ℵ 22 al εγω επαξω Q 49 301. 26 εγερει Β pl. επ αυτους] + μαστιγας 22 al. om την 2° BQ pl. 27 o ζυγ. αυτου απο τ. ωμου σου και ο φοβος αυτου απο σου Β pl. ζυγος 1°] φοβος Q. 30 η θυγατηρ] pr χρεμετισον φωνην σου (V) (22) al. om επακουσ. εν Σα ℵ. εν Σα] Λαισα Ed Rom (24 al ?). 31 εξεστη] pr και Β al. 32 εν οδω ℵBQ pl. 33 γαρ] δη ℵ 22 41 93 al om B al συνταρασσει] συνταραξει ℵ 26 41 109 συντασσει Q*. οι υψηλ. ταπεινωθησονται Β om οι υψηλ. ℵQ 26 301 al. 34 om και πεσουνται υψηλοι Α 106 (οι υψηλοι ℵQV 22 41 al).)
19