Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών, πλήρης κρίσεως ; ἐν ᾖ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί.

τὸ ἀργύριον ὑμῶν ἀδόκιμον· αἱ πόλεις ὑμῶν πυρίκαυστοι οἶ κάπηλοί σου μίσγουσιν τὸν οἶνον ὕδατι·

οἱ ἄρχοντές σου ἀπειθοῦσιν κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὗ κρίνοντες καὶ κρίσιν χήρας οὔ προσέχοντες.

διὰ τοῦτο τάδε λέγει ὁ δεσπότης Κύριος σαβαὼθ Οὐαὶ οἱ ἰσχύοντες Ἰερουσαλήμ· οὗ παύσεται γάρ μου ὁ θυμὸς ἐν τοῖς ὑπεναντίοις, καὶ κρίσιν ἐκ τῶν ἐχθρῶν μου ποιήσω.

καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σὲ καὶ πυρώσω σε εἷς καθαρόν, τοὺς [*](13 om μοι 1° NBQ pl. ανεξομαι 24 87 al. αργιαν RBQ. 14 om τας νουμηνιας υμων Ν 22 106 al. 15 εκτεινητε τας χειρας Β. om προς με B Cyp (Test i 24). 17 χηρσ, Β*Q al χηραν Bab) νiduam Cyp (Test i 24) Iran-lat Lucifer. 18 om και ° B venite disputemus Cyp. διελευγωμεν Q* διαλεχθῶμεν 106 al. 19 θελητε MSS exc A. 22 αι πολ. υμ. πυρικαυστοι Α (cf ver 7). 23 κρισιν] κρισει 22 24 pl. χηρων Β 22 αἱ. 24 Κυριος o δεσπ. σαβ. Β om o δεσποτης V 87. οι ισχ.] τοις ισχυουσι 22 al+o δυναστης του 36 αἱ. Ιερουσαλημ] Ισραηλ MSS exc A. 25 om σε 2° Β.)

3
δὲ ἀπειθοῦντας ἀπολέσω, καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ· καὶ πάντας ὑπερηφάνους ταπεινώσω.]

καὶ ἐπιστήσω τοὺς κριτάς σου ὡς τὸ πρότερον, καὶ τοὺς συμβούλους σου ὡς τὸ ἀπ’ ἀρχῆς· καὶ μετὰ, ταῦτα κληθήσῃ Πόλις δικαιοσύνης, μητρόπολις πιστὴ Σιών.

μετὰ γὰρ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτῆς καὶ μετὰ ἐλεημοσύνης.

καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἳ ἁμαρτωλοὶ ἅμα, καὶ οἱ ἐγκαταλιπόντες τὸν κύριον συντελεσθήσονται·

διότι καταισχυνθήσονται ἐπὶ τοῖς εἰδώλοις αὐτῶν ἃ αὐτοὶ ἠβούλοντο, καὶ ἐπαισχυνθήσονται ἐπὶ τοῖς κήποις αὐτῶν ὃ ἐπεθύμησαν.

ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυῖα τὸ. φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων·

καὶ ἔσται ἦ ἰσχὺς αὐτῶν ὡς καλάμη στιππύου, καὶ αἱ ἐργασίαι αὑτῶν ὡς σπινθῆρες πυρός, καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὔκ ἔσται ὅ σβέσων.

Ὁ λόγος ὃ γενόμενος παρὰ Κυρίου πρὸς Ἠσαίαν υἱὸν Ἀμὼς περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἰερουσαλήμ.

Ὅτι ἔσται ἔν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὅρος τοῦ Κυρίου, καὶ ὅ οἶκος τοῦ θεοῦ ἐπ’ ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπ’ αὐτὸ πάντα τὸ, ἔθνη.

καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσιν Δεῦτε ἀναβῶμεν εἷς τὸ ὅρος τοῦ Κυρίου καὶ εἷς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ. ἐκ γὰρ Σειὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἰερουσαλήμ·

καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν, καὶ ἐλέγξει λαὸν πολύν· καὶ συγκόψουσιν τὰς μαχαίρας αὐτῶν εἷς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἷς δρέπανα, καὶ οὔ λήμψεται ἔτι ἔθνος ἐπ’ ἔθνος μάχαιραν, καὶ οὔ μὴ μάθωσιν ἔτι πολεμεῖν.

Καὶ νῦν, ὃ οἶκος τοῦ Ἰακώβ, δεῦτε πορευθῶμεν τῷ φωτὶ Κυρίου. καὶ [*](25 om και πάντας υπερηφ. ταπεινωσω Β om ταπεινωσω V 87 al (cf xiii 11). 26 δικαιωσυνης Α. 27 και] + η αποστροφη αυτης Ν* (V) 301. 28 εγκαταλειποντες Γ 24 al. 29 καταισχυνθησονται] αισχυνθ. ΝΒ pl. απο των ειδωλων Β al εν τοις ειδ. Q al. επαισχυνθησονται] επησχυνθησαν (R)Q ησχυνθησαν Β 109. om αυτων ° RBQ pl. 31 ωσπινθηρες ℵΑ. om πυρος II 1 om παρα Κυριου BQ pl. 2 om του ° RBQ pl. ακρου Β al. 3 δευτε] + και RB pl. om του ° RBQ 8.]. 4 των εθνων] εθνων πολλων RV 36 al. εξελεγξει Β al. λημψεται] μη αρη 24 49 al. om ετι RBQ pl. 5 om του Β 22 93.)

4

ἀνῆκεν γὰρ τὸν λαὸν αὐτοῦ τὸν οἶκον τοῦ Ἰσραήλ· ὅτι ἐνεπλήσθη ὡς τὸ ἀπ’ ἀρχῆς ἡ χώρα αὐτῶν κληδονισμῶν, ὡς ἡ τῶν ἀλλοφύλων, καὶ τέκνα πολλὰ ἀλλόφυλα ἐγενήθη αὐτοῖς.

ἐνεπελήσθη γὰρ ἦ χώρα αὐτῶν ἀργυρίου καὶ χρυσίου, καὶ οὐκ ἦν ἀριθμὸς τῶν θησαυρῶν αὐτῶν· καὶ ἐνεπλήσθη ἡ γῆ αὐτῶν ἵππων, καὶ οὐκ ἦν ἀριθμὸς τῶν ἁρμάτων αὐτῶν·

καὶ ἐνεπλήσθη ἡ γῆ βδελυγμάτων τῶν ἔργων τῶν χειρῶν αὐτῶν, καὶ προσεκύνησαν οἷς ἐποίησαν οἶ δάκτυλοι αὑτῶν·

καὶ ἔκυψεν ἅνθρωπος καὶ ἐταπεινώθη ἀνήρ, καὶ οὗ μὴ ἀνήσω αὐτούς.