Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Ὅρασις ἥν εἶδεν Ἠσαίας υἱὸς Ἀμώς, ἥν εἶδεν κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἰερουσαλήμ, ἐν βασιλείᾳ Ὀζίου καὶ Ἰωαθὰμ καὶ Ἀχὰς καὶ Ἐζεκίου οἳ ἐβασίλευσαν τῆς Ἰουδαίας.

Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν. υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν.

ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὑτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὃ λαός με οὗ συνῆκεν.

οὐαὶ ἔθνος ἁμαρτωλόν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρόν, υἱοὶ ἄνομοι. ἐγκατελίπετε τὸν κύριον καὶ παρωργίσατε τὸν ἅγιον τοῦ Ἰσραήλ.

τί ἔτι πληγῆτε προστιθέντες ἀνομίαν ; πᾶσα κεφαλὴ εἷς πόνον καὶ πᾶσα καρδία εἷς λύπην.

ἀπὸ ποδῶν ἔως κεφαλῆς, οὔτε τραῦμα οὔτε μώλωψ οὔτε πληγὴ φλεγμαίνουσα, οὐκ ἔστιν μάλαγμα ἐπιθεῖναι οὔτε ἔλαιον οὔτε καταδέσμους.

ἡ γῆ ὑμῶν ἕρημος, αἶ πόλεις ὑμῶν πυρίκαυστον τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν, καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων.

ἐγκαταλειφθήσεται ἦ θυγάτηρ Σιὼν ὡς σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ, ὥς πόλις πολιορκουμένη·

καὶ εἶ μὴ Κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.

Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων· προσέχετε νόμον θεοῦ, λαὸς Γομόρρας.

τί ἐμοὶ πλῆθος τῶν θυσιῶν ὑμῶν ; λέγει Κύριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ [*](I Om προφήτης ιγ΄ ΝΒQ. 4 εγκατελειπετε AQ 26 al ΝΒ. σραηλ] + αλλοτριωθησαν εις τα οπισω 22 αἱ. 6 κεφαλης] + ουκ εστιν εν αυτω ολοκληρια V 22 al. 7 αντη Α* την Α1. 8 συκυηρατω Ν*d.a A σκυηλατω Βab 22 pl σικυηρ. B*. 9 εγκατελειπεν AQ 41 al. ευεννηθημεν Α. ομοιωθημεν ΑQ*. 11 om πληρης ειμι 62 147.)

2
αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι,

οὐδ' ἂν ἔρχησθε ὀφθῆναί μοι. τίς γὰρ ἐξεζήτησεν ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν τὴν αὐλήν μου

οὐ προσθήσεσθε· ἐὰν φέρητέ μοι σεμίδαλιν, μάταιον· θυμίαμα, βδέλυγμά μοί ἐστιν· τὰς νουμηνίας ὑμῶν καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν καὶ ἀργείαν

καὶ τὰς νουμηνίας ὑμῶν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου· ἐγενήθητέ μοι εἷς πλησμονήν, οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν.

ὅταν τὰς χεῖρας ἐκτείνητε πρός με, ἀποστρέψει) τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν, αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις.

λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου· παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν,

μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήραν.

καὶ δεῦτε καὶ διελεγχθῶμεν, λέγει Κύριος· καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ, ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς καὶ τὰς ἔριον λευκανῶ.

καὶ ἐὰν θέλετε καὶ εἰσακούσητέ μου, τὸ. ἀγαθὰ τῆς γῆς φάγεσθε·

ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησεν ταῦτα.