Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ὤμοσεν Κύριος κατὰ τῆς δόξης αὐτοῦ καὶ κατὰ τῆς ἰσχύος τοῦ βραχίονος αὐτοῦ Εἰ ἔτι δώσω τὸν σῖτόν σου καὶ τὰ βρώματα τοῖς ἐχθροῖς σου, καὶ εἰ ἔτι πίονται υἱοὶ ἀλλότριοι τὸν οἶνόν σου ἐφʼ ᾧ ἐμόχθησας·

ἀλλ᾿ οἱ συναγαγόντες φάγονται αὐτὰ καὶ αἰνέσουσιν Κύριον, καὶ οἱ συναγαγόντες πίονται αὐτὰ ἐν ταῖς ἐπαύλεσιν ταῖς ἁγίαις μου.

πορεύεσθε διὰ τῶν πυλῶν μου καὶ ὁδοποιήσατε τῷ λαῷ μου καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαρρίψατε, ἐξάρατε σύσσημον εἰς τὰ ἔθνη.

ἰδοὺ γὰρ Κύριος ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τῆς γῆς εἴπατε τῇ θυγατρὶ Σειών Ἰδοὺ ὁ σωτήρ σοι παραγέγονεν ἔχων τὸν ἑαυτοῦ μισθόν, καὶ τὸ ἔργον αὐτοῦ πρὸ προσώπου αὐτοῦ.

καὶ καλέσει αὐτὸν Λαὸν ἅγιον, λελυτρωμένον ὑπὸ Κυρίου, σὺ δὲ κληθήσῃ Ἐπιζητουμένη πόλις, καὶ Οὐκ ἐγκαταλελιμμένη.

[*](U+05D0AQ)[*](4 om ετι U+05D0AQ | κληθησεται 2⁰] κληθησῃ U+05D0c.a (-σεται U+05D0c.b) | τη γη] η γη U+05D0c.a (τη γ. U+05D0c.b) | om οτι ευδοκησεν…συνοικισθησεται U+05D0AQ* (hab θ΄σ΄ ?? οτι ευδοκησει κς εν σοι κ η γη σου συνοικισθ. Qmg) | ευδοκησεν] ευδοκησει Bᵃ mg 5 σοι | νοικων U+05D0* (συνοικ. U+05D0c.ᵃ) | σου] + μετα σου U+05D0A | και εσται sub ?? Q | νυμφην U+05D0 6 τειχων] τειχεων U+05D0 (τιχ.) AQ | κατεστησα] + σοι U+05D0c.a (ras U+05D0c.b) | τελος Q* | μνησκομενοι Β* (μιμν. Bᵃᵇ) | Κυριου] οι γ΄ ?? τον κν Qᵐᵍ 7 ουκ εστιν γαρ] ου γαρ εστιν U+05D0 | ομοιος] ο οικος U+05D0* (ομ. U+05D0c.a, c.b) |εαν…επι της γης] θ΄ κ μη δωτε σιγην αυτω εως ητοιμαση κ εως θη την Ιλημ καυχημα εν τη γη Qmg | Ιερουσαλημ]] pr θ΄ ?? την Qmg | αγαυριαμα…γης] θ΄ ?? καυχημα εν τη γη Qmg | αγαυριαμα (γαυρ. BᵇU+05D0c.a [αγ. U+05D0c.b)] αγαλλιαμα Qmg 8 κατα τ.δοξης] α΄ εν δεξια Qmg | δοξης] δεξιας Bᵃ (non inst Bᵇ) οι ο΄ ισχυος θ΄ δεξιας Qmg | ισχυος] δοξης U+05D0Q | om σου και τα βρωματα U+05D0* (hab U+05D0c.ᵃ) | βρωματα] + σου AQ | τοις εχθρ.] in τοις ras aliq Bᵃᵇ | om ει 2⁰ A 9 αλλ + η U+05D0c.ᵃAQ | συναγαγοντες 1⁰] συναγοντες U+05D0AQ | om αινεσουσιν…συναγα- γοντες 2⁰ U+05D0* (hab U+05D0c.a) | συναγαγοντες 2⁰ (σ|ναγ. B* συ| ναγ. B?)] συναγοντες U+05D0c.a AQ | om αυτα 2⁰ U+05D0* (hab U+05D0c.a) | επαυλεσι Q | μου] σου A 10 πορευ- εσθε] ?? πορευεσθε Qmg | οδοποιησατε] θ΄ σκευασατε τη| οδον + ?? οδοποιη- σατε Qᵐᵍ | εκ της οδου] pr τους U+05D0* (improb U+05D0c.b) A | διαριψατε U+05D0 11 ακουστον εποιησεν U+05D0 | ακουσον A* (τ superscr Aᵃ?) | σοι ο σωτηρ U+05D0AQ |παραγεγονεν] παραγεισνετε U+05D0* (-γεγονεν Aᵇ) -ται A | μισθον] θ΄σ΄ ?? μετ αυτου Qmg | om αυτου 1⁰ AQ (hab Qmg) 12 υπο] απο U+05D0* (υπο U+05D0c.ᵃ, c.ᵇ) συ δε κληθηση] συνεκληθη U+05D0* (συ δε κλ. U+05D0c.a) | ουκ εγκαταλελιμμενη (εγκαταλελειμμ. Bᵃᵇ ενκαταλελιμμ. Q* εγκ. Qᵃ)] ου καταλελιμμενη U+05D0)
215

Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων ἐκ Βοσὸρ [*](B) οὕτως ὡραῖος ἐν στολῇ, βίᾳ μετὰ ἰσχύος; ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου.

διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ;

πλήρης καταπεπατημένης, καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ᾿ ἐμοῦ, καὶ κατεπάτησα αὐτοὺς ἐν θυμῷ μου, καὶ κατέθλασα αὐτοὺς ὡς γῆν, καὶ κατήγαγον τὸ αἷμα αὐτῶν.

ἡμέρα γὰρ ἀνταποδόσεως ἦλθεν αὐτοῖς, καὶ ἐνιαυτὸς λυτρώσεως πάρεστιν.

καὶ ἐπέβλεψα, καὶ οὐκ ἦν βοηθός καὶ προσενόησα, καὶ οὐθεὶς ἀντελαμβάνετο καὶ ἐρρύσατο αὐτοὺς ὁ βραχίων μου, καὶ ὁ θυμός μου ἐπέστη.

καὶ κατεπάτησα αὐτοὺς τῇ ἀργῇ μου, καὶ κατήγαγον τὸ αἶμα αὐτῶν εἰς γῆν.

Τὸν ἔλεον Κυρίου ἐμνήσθην, τὰς ἀρετὰς Κυρίου ἐν πᾶσιν οἷς ἡμῖν ἀνταποδίδωσιν. Κύριος κριτὴς ἀγαθὸς τῷ οἴκῳ Ἰσραήλ, ἐπάγει ἡμῖν κατὰ τὸ ἔλεος αὐτοῦ καὶ κατὰ τὸ πλῆθος τῆς δικαιοσύνης αὐτοῦ.

καὶ εἶπεν Οὐχ ὁ λαός μου τέκνα, οὐ μὴ ἀθετήσωσιν καὶ ἐγένετο αὐτοῖς εἰς σωτηρίαν

ἐκ πάσης θλίψεως αὐτῶν. οὐ πρέσβυς οὐδὲ ἄγγελος, ἀλλʼ αὐτὸς ἔσωσεν αὐτούς, διὰ τὸ ἀγαπᾷν αὐτοὺς καὶ φείδεσθαι αὐτῶν· αὐτὸς ἐλυτρώσατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτούς, καὶ ὕψωσεν αὐτοὺς πάσας τὰς ἡμέρας τοῦ αἰῶνος·

αὐτοὶ δὲ ἠπείθησαν καὶ παρώξυναν τὸ πνεῦμα τὸ ἅγιον αὐτοῦ καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν, αὐτὸς ἐπολέμησεν αὐτούς.

καὶ ἐμνήσθη ἡμερῶν αἰωνίων ποῦ ὁ ἀναβιβάσας ἐκ τῆς θαλάσσης τὸν ποιμένα τῶν προβάτων [*](LXIII 1 Εδωμ] Εδεμ A | εριθρημα U+05D0* (ερυθρημα U+05D0c.ᵃ) ερυθηματα A | U+05D0AQ Βοσορ] Bοσρα Qmg | στολη] + ?? αυτου Qᵐᵍ | σωτηιας U+05D0* (-ριου U+05D0c.a, c.b) 2 εουθα Q* (ρ 2⁰ superscr) | πατητυ] πατηματος Q* (-του Qᵐᵍ) 3 πληρης] πληρους U+05D0 Qmg | πληρης…μετ εμου] σ΄ ληνον επατησα μονωτατος κ απο τω| λαων ουκ εστι| ουδεις συν εμοι Qmg | om μου U+05D0ΑQ | το αιμα] τα ιματια U+05D0* (το αιμ. U+05D0c) | αυτων] + εις γην BᵃᵇU+05D0AQ + θ΄σ΄ ?? κ παντα τα ενδυματα μου εμολυνα Qᵐᵍ 4 ημερα] ρα sup ras Aa | γαρ] + κυ U+05D0c.ᵃ (postea ras) | ανταποδωσεως A | ηλθεν] επηλθεν U+05D0A 5 ουκ ην] ουδεις U+05D0AQ (-δις Q*) | ουθεις] ουδεις U+05D0Q (-δις U+05D0*Q* -δεις U+05D0c.b) |Q¹ᵛiᵈ) | αντελαμβανετο] αντελαβετο U+05D0 | ερυσατο U+05D0Q | μου 2⁰] + οι γ΄ ?? αυτος Qᵐᵍ | επεστη] εστη U+05D0 6 μου] + θ΄σ΄ ?? κ εμεθυσα αυτους εν τω θυμω μου Qmg | γην] pr την U+05D0c(a?) (postea improb) 7 τον ελεον] το ελεος U+05D0c.a (postea revoc τον ελεον) |εμνησθην… Κυριου 2⁰] ?? αναμνησω την αινεσιν κυ Qmg | αρετας] + αρετας B* αυτου κς Bᵃᵇᵛⁱᵈ (superscr) | οις] bis scr U+05D0* (improb οις 2⁰ U+05D0iam 1) +ο κς A + κς Q | αυτου ελεος U+05D0 | om και U+05D0 8 ειπεν] inter ι et π ras aliq U+05D0? | τεκνα] + μου U+05D0 + και A | αθετησουσιν U+05D0 αθετηθωσιν Q 9 om αυτων 1⁰ AQ | [πρεσβυς] πρεσβεις A | αυτος 1⁰] + κς U+05D0* (improb postea revoc U+05D0?) A | αυτος 2⁰] pr κ Aᵃ? 10 om αυτου A οι γ΄ ομοιως [αυτου] Qmg αυτος] pr και U+05D0* (improb postea repos U+05D0?) Aᵃ? οι γ΄ ομοιως [αυτος] Qᵐᵍ 11 αιωνιων] + οι γ΄ ?? Μωση λαου αυτου Qᵐᵍ | om που 1° U+05D0AQ* (hab Qmg) | της θαλασσης] της γης Bᵃ mg (γης superscr Bᵇ txt) γης U+05D0A)

216
[*](B) ποῦ ἐστιν ὁ θεὶς ἐν αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον;

ὁ ἀγαγὼν τῇ δεξιᾷ Μωσῆν, ὁ βραχίων τῆς δόξης αὐτοῦ; κατίσχυσεν ὕδωρ ἀπὸ προσώπου αὐτοῦ, ποιῆσαι ἑαυτῷ ὄνομα αἰώνιον.

ἤγαγεν αὐτοὺς δι᾿ ἀβύσσου ὡς ἵππον δι᾿ ἐρήμου, καὶ οὐκ ἐκοπίασαν,

καὶ ὡς κτήνη διὰ πεδίου· κατέβη πνεῦμα παρὰ Κυρίου καὶ ὡδήγησεν αὐτοὺς οὕτως ἤγαγες τὸν λαόν σου, ποιῆσαι σεαυτῷ ὄνομα δόξης.

Ἐπίστρεψον ἐκ οὐρανοῦ καὶ ἴδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ δόξης σου· ποῦ ἐστιν ὁ ζῆλός σου καὶ ἡ ἰσχύς σου; ποῦ ἐστιν τὸ πλῆθος τοῦ ἐλέους σου καὶ οἰκτειρμῶν σου, ὅτι ἀνέσχου ἡμῶν;