Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ἴδετε ὡς ὁ δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδία, [*](B) καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ. ἀπὸ γὰρ προσώπου ἀδικίας ἦρται ὁ δίκαιος·

ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ, ἦρται τοῦ μέσου.

ὑμεῖς δέ προσαγάγετε ὧδε, υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης·

ἐν τίνι ἐνετρυφήσατε ; καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν ; καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν οὐχ ὑμεῖς ἐστε τέκνα ἀπωλείας, σπέρμα ἄνομον ;

οἱ παρακαλοῦντες τὰ εἴδωλα ὑπὸ δένδρα δασέα, σφάζοντες τὰ τέκνα αὐτῶν ἐν ταῖς φάραγξιν ἀνὰ μέσον τῶν πετρῶν.

ἐκείνη σου ἡ μερίς. οὗτός σου ὁ κλῆρος, κἀκείνοις ἐξέχεας σπονδὰς καὶ τούτοις ἀνήνεγκας θυσίας· ¶ ἐπ τούτοις οὖν οὐκ ὀργισθήσομαι ;

ἐπʼ ὄρος ὑψηλὸν [*](¶Γ) καὶ μετέωρον, ἐκεῖ σου ἡ κοίτη, καὶ ἐκεῖ ἀνεβίβασας θυσίας·

καὶ ὀπίσω τῶν σταθμῶν τῆς θύρας σου ἔθηκας μνημόσυνά σου· ᾤου ὅτι ἐὰν ἀπʼ ἐμοῦ ἀποστῇς, πλεῖόν τι ἕξεις· ἠγάπησας τοὺς κοιμωμένους μετὰ σοῦ,

καὶ ἐπλήθυνας τὴν πορνείαν σου μετʼ αὐτῶν, καὶ πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σοῦ, καὶ ἀπέστειλας πρέσβεις ὑπὲρ τὰ ὅριά σου, καὶ ἐταπεινώθης ἕως ᾅδου.

ταῖς πολυοδίαις σου ἐκοπίασας, καὶ οὐκ εἶπας ΙΙαύσομαι, ἐνισχύουσα ὅτι ἔπραξας ταῦτα, διὰ τοῦτο οὐ κατεδεήθης μου σύ.

τίνα εὐλαβηθεῖσα ἐφοβήθης, καὶ ἐψεύσω με καὶ οὐκ ἐμνήσθης, οὐδὲ ἔλαβές με εἰς τὴν διάνοιαν οὐδὲ εἰς τὴν καρδίαν σου; καὶ ἐγώ σε ἰδὼν παρορῶ, καὶ ἐμέ οὐκ ἐφοβήθης.