Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Τάδε λέγει Κύριος Φυλάσσεσθε κρίσιν καὶ ποιήσατε δικαιοσύνην· ἤγγικεν γὰρ τὸ σωτήριόν μου παραγίνεσθαι, καὶ τὸ ἔλεός μου ἀποκαλυφθῆναι.

μακάριος ἀνὴρ ὁ ποιῶν ταῦτα, καὶ ἄνθρωπος ὁ ἀντεχόμενος [*](4 εν εθνεσιν εδωκα αυτον] αυτον εν εθν. δεδωκα U+05D0 εν εθν. δεδωκα αυτον U+05D0AQΓ A εθν. δεδ. αυτον Q εν εθν. αυτον δεδ. Γvid 5 εθνη… οιδασιν σε] θ΄σ΄ εθνος ο ου γνωση Qmg | εθνη] pr οιγ΄?? ιδου Qᵐᵍ | οιδασιν] ηδεισαν AQ | επικαλεσονται] inccp επικαι U+05D0* (επικαλ. U+05D0¹) επικαλεσωνται A | om Κυριου U+05D0c.ᵇAQᵐᵍ | οτι εδοξασεν σε c seqq coniung U+05D0 6 κυριον] θν U+05D0c.b AQ* (κν Qmg) | om δ A| εγγιζει A 7 απολειπετω AQa) | επι 1⁰] προς Qᵐᵍ | οτι] pr κ προς τον θν ημων Qᵐᵍ 8 ου] οι Q* (ου Qᵃ) | βουλαι] βουλ U+05D0* (superscr αι Bᵃᵇ)| ουδ] ουδε U+05D0AQ | om λεγει Κυριος Q* (hab Qᵐᵍ) 9 των οδων] incep τη U+05D0* των U+05D0¹ της U+05D0ᵈ.a) 10 αν 1⁰] εαν AQ | ο υετος] om o U+05D0A | εκ] απο A | ου μη αποστραφη] ουκ αποστραφησεται U+05D0* (ου μη αποστραφη U+05D0c. ᵇ) | εκβλαστηση] βλαστησει A | δω] δωσει A 11 om μου 1⁰ Q | αποστραφη] + θ΄σ΄ ?? προς με καινο| Qmᵍ | τελεσθη] συντελεση U+05D0AQΓ | οσα] pr παντα Q ευωδωσω B* (ευοδ. Bᵃ υω non inst Bᵇ) om σου U+05D0* (hab U+05D0?) | μου 3⁰] σου Q + φυλαξεις U+05D0c.a vid (rurs ras) 12 του αγρου] τρου αγρ. A | επικρατησι U+05D0* ᵛⁱᵈ (επικροτ. U+05D0c.a) LVI 1 om και 1° U+05D0AQΓ | ηγγικεν] ηγγισεν AQ)

204
[*](B) αὐτῶν, καὶ φυλάσσων τὰ σάββατα μὴ βεβηλοῦν, καὶ διατηρῶν τὰς χεῖρας αὐτοῦ μὴ ποιεῖν ἄδικα.

μὴ λεγέτω ὁ ἀλλογενὴς ὁ προσκείμενος πρὸς Κύριον Ἀφοριεῖ με ἄρα Κύριος ἀπὸ τοῦ λαοῦ αὐτοῦ· καὶ μὴ λεγέτω ὁ εὐνοῦχος ὅτι Ἐγὼ εἰμι ξύλον ξηρόν.

τάδε λέγει Κύριος τοῖς εὐνούχοις ὅσοι ἐὰν φυλάξωνται τὰ σάββατά μου καὶ ἐκλέξωνται ἃ ἐγὼ θέλω καὶ ἀντέχωνται τῆς διαθήκης μου,

δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστόν, κρείττω υἱῶν καὶ θυγατέρων, ὄνομα αἰώνιον δώσω αὐτοῖς καὶ οὐκ ἐκλείψει.

καὶ τοῖς ἀλλογενέσι τοῖς προσκειμένοις Κυρίῳ δουλεύειν αὐτῷ, καὶ ἀγαπᾶν τὸ ὄνομα Κυρίου τῷ εἶναι αὐτῷ εἰς δούλους καὶ δούλας, καὶ πάντας τοὺς φυλασσομένους τὰ σάββατά μου μὴ βεβηλοῦν καὶ ἀντεχομένους τῆς διαθήκης μου,

εἰσάξω αὐτοὺς εἰς τὸ ὄρος τὸ ἅγιόν μου, καὶ εὐφρανῶ αὐτοὺς ἐν τῷ οἴκῳ τῆς προσευχῆς μου· τὰ ὁλοκαυτώματα αὐτῶν καὶ αἱ θυσίαι αὐτῶν ἔσονται δεκταὶ ἐπὶ τὸ θυσιαστήριόν μου. ὁ γὰρ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν,

εἶπεν Κύριος ὁ συνάγων τοὺς διεσπαρμένους Ἰσραήλ, ὅτι συνάξω ἐπʼ αὐτὸν συναγωγήν.

Πάντα τὰ θηρία τὰ ἄγρια, δεῦτε φάγετε, πάντα τὰ θηρία τοῦ δρυμοῦ.

ἴδετε ὅτι ἐκτετύφλωνται πάντες, οὐκ ἔγνωσαν, κύνες ἐνεοί, οὐ δυνήσονται ὑλακτεῖν, ἐνυπνιαζόμενοι κοίτην, φιλοῦντες νυστάξαι.

καὶ οἱ κύνες ἀναιδεῖς τῇ ψυχῇ, οὐκ εἰδότες πλησμοήν· καί εἰσιν πονηροὶ οὐκ εἰδότες σύνεσιν, πάντες ταῖς ὁδοῖς αὐτῶν ἐξηκολούθησαν, ἕκαστος κατὰ τὸ ἑαυτοῦ.