Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστόν, κρείττω υἱῶν καὶ θυγατέρων, ὄνομα αἰώνιον δώσω αὐτοῖς καὶ οὐκ ἐκλείψει.

καὶ τοῖς ἀλλογενέσι τοῖς προσκειμένοις Κυρίῳ δουλεύειν αὐτῷ, καὶ ἀγαπᾶν τὸ ὄνομα Κυρίου τῷ εἶναι αὐτῷ εἰς δούλους καὶ δούλας, καὶ πάντας τοὺς φυλασσομένους τὰ σάββατά μου μὴ βεβηλοῦν καὶ ἀντεχομένους τῆς διαθήκης μου,

εἰσάξω αὐτοὺς εἰς τὸ ὄρος τὸ ἅγιόν μου, καὶ εὐφρανῶ αὐτοὺς ἐν τῷ οἴκῳ τῆς προσευχῆς μου· τὰ ὁλοκαυτώματα αὐτῶν καὶ αἱ θυσίαι αὐτῶν ἔσονται δεκταὶ ἐπὶ τὸ θυσιαστήριόν μου. ὁ γὰρ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν,

εἶπεν Κύριος ὁ συνάγων τοὺς διεσπαρμένους Ἰσραήλ, ὅτι συνάξω ἐπʼ αὐτὸν συναγωγήν.

Πάντα τὰ θηρία τὰ ἄγρια, δεῦτε φάγετε, πάντα τὰ θηρία τοῦ δρυμοῦ.

ἴδετε ὅτι ἐκτετύφλωνται πάντες, οὐκ ἔγνωσαν, κύνες ἐνεοί, οὐ δυνήσονται ὑλακτεῖν, ἐνυπνιαζόμενοι κοίτην, φιλοῦντες νυστάξαι.

καὶ οἱ κύνες ἀναιδεῖς τῇ ψυχῇ, οὐκ εἰδότες πλησμοήν· καί εἰσιν πονηροὶ οὐκ εἰδότες σύνεσιν, πάντες ταῖς ὁδοῖς αὐτῶν ἐξηκολούθησαν, ἕκαστος κατὰ τὸ ἑαυτοῦ.

[*](U+05D0AQΓ)[*](2 σαββατα (σαββα U+05D0* -τα U+05D0c.ᵃ)] + μου U+05D0c.a | om χειρας U+05D0* (hab U+05D0c.b) | ποιειν] ποιησαι Q* (-ειν Qmᵍ) | αδικα] αδικημα U+05D0AQ* (-κα Qᵃ) 3 μη 1⁰] pr και Γ | προς Κυριον] κω U+05D0 | αφοριει] pr θ΄ λεγων αφορισμω Qmᵍ 4 ταδε] pr οι γ΄ ?? οτι Qmg | τοιευνουχοις U+05D0* (τοις ευν. U+05D0c.a et antea) | εαν] αν AQ | σαββατα] προσταγματα U+05D0* (σαββ. U+05D0c.ᵇ) | διαθηκη U+05D0 5 δωσω] pr και U+05D0* (om U+05D0c. ᵇ) | κρειττω] κρισσων U+05D0* (-σον U+05D0c.a, c.b) κρισσων A κρισσον Q* (κρεισσ. Qa) κρειττων Γ | δωσω αυτοις και ουκ εκλειψει sup ras Aᵃ 6 αλλο- γενεσιν U+05D0 (-σειν U+05D0* -σιν ᵇ) AΓ | Κυριω] προς κν A | δουλευεις U+05D0* (-ειν U+05D0¹) | τω ειναι] του ειναι U+05D0AQΓ | [αυ]τω εις δουλους κ. δου[λας]] pr obel Bᵃ (non inst Bᵇ) αντεχομενοις U+05D0* (-νους U+05D0c) 7 του θυσιαστηιου U+05D0AQΓ | πασι U+05D0Q 8 Κυριος] + κς Qᵐᵍ | ο συναγων (συν| αγ. B* συ| ναγ. B?)] οτι συναγω Γ | διεπαρμενους U+05D0* (διεσπ. U+05D0c) διεσπαρσμ. A οτι συναξω] και επαξω Γ αυτον] αυτους U+05D0* (-τον U+05D0c.ᵇ) Γ 9 τα θηρια τα αγρια] τα αγρια θηρια Γ | 10 παντες εκτετυφλωνται U+05D0AQΓ | ουκ εγνωσαν] οἱ γ΄ ομοιως Qmg | εγνω| σαν κυνες…δυ| νησονται] ] adnot ου κ΄ π΄ εβρ΄ Bᵃᵐᵍ | εγνωσαν] + φρονησοι (-σε U+05D0* -σαι U+05D0c.b) U+05D0AQΓ | κυνες] pr παντες Bᵃb mg U+05D0AQΓ | ου] pr οι U+05D0 11 ιδοτες U+05D0 (bis) | ταις οδοις] pr εν U+05D0c.ᵇAQ | εκαστος …εαυτου] α΄ ανηρ εις πλεονεξιαν αυτου θ΄σ΄ εκαστος εις την πλ. αυτου Qmg εαυτου] αυτο U+05D0AQ* (αυτου ειδος Qᵐᵍ) Γ + θ΄ ?? απ ακρου αυτου (12) δευτε λαβωμε οινον κ οινοφλυγισω μεν μεθη κ εσται τοιαυτη ημερα αυριον μεγαλη περισσως σφοδρα Qᵐᵍ)
205

Ἴδετε ὡς ὁ δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδία, [*](B) καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ. ἀπὸ γὰρ προσώπου ἀδικίας ἦρται ὁ δίκαιος·

ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ, ἦρται τοῦ μέσου.

ὑμεῖς δέ προσαγάγετε ὧδε, υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης·

ἐν τίνι ἐνετρυφήσατε ; καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν ; καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν οὐχ ὑμεῖς ἐστε τέκνα ἀπωλείας, σπέρμα ἄνομον ;

οἱ παρακαλοῦντες τὰ εἴδωλα ὑπὸ δένδρα δασέα, σφάζοντες τὰ τέκνα αὐτῶν ἐν ταῖς φάραγξιν ἀνὰ μέσον τῶν πετρῶν.

ἐκείνη σου ἡ μερίς. οὗτός σου ὁ κλῆρος, κἀκείνοις ἐξέχεας σπονδὰς καὶ τούτοις ἀνήνεγκας θυσίας· ¶ ἐπ τούτοις οὖν οὐκ ὀργισθήσομαι ;

ἐπʼ ὄρος ὑψηλὸν [*](¶Γ) καὶ μετέωρον, ἐκεῖ σου ἡ κοίτη, καὶ ἐκεῖ ἀνεβίβασας θυσίας·

καὶ ὀπίσω τῶν σταθμῶν τῆς θύρας σου ἔθηκας μνημόσυνά σου· ᾤου ὅτι ἐὰν ἀπʼ ἐμοῦ ἀποστῇς, πλεῖόν τι ἕξεις· ἠγάπησας τοὺς κοιμωμένους μετὰ σοῦ,

καὶ ἐπλήθυνας τὴν πορνείαν σου μετʼ αὐτῶν, καὶ πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σοῦ, καὶ ἀπέστειλας πρέσβεις ὑπὲρ τὰ ὅριά σου, καὶ ἐταπεινώθης ἕως ᾅδου.

ταῖς πολυοδίαις σου ἐκοπίασας, καὶ οὐκ εἶπας ΙΙαύσομαι, ἐνισχύουσα ὅτι ἔπραξας ταῦτα, διὰ τοῦτο οὐ κατεδεήθης μου σύ.