Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ʼΑκούσατέ μου, οἱ διώκοντες τὸ δίκαιον καὶ ζητοῦντες τὸν κύριον, ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν ἣν ἐλατομήσατε, καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου ὃν ὠρύξατε.

ἐμβλέψατε εἰς Ἀβραὰμ τὸν πατέρα ὑμῶν, καὶ εἰς Σάρραν τὴν ὠδίνουσαν ὑμᾶς ὅτι εἷς ἦν καὶ ἐκάλεσα αὐτόν, καὶ εὐλόγησα αὐτὸν καὶ ἠγάπησα αὐτόν.

καὶ σέ νῦν παρακαλέσω, Σειών, καὶ παρεκάλεσα πάντα τὰ ἔρημα αὐτῆς, καὶ θήσω τὰ ἔρημα αὐτῆς ὡς παράδεισον, καὶ τὰ πρὸς δυσμὰς ὡς παράδεισον Κυρίου· εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ, ἐξομολόγησιν καὶ φωνὴν αἰνέσεως.

’Ἀκούσατέ μου, ἀκούσατέ μου, λαός μου, καὶ οἱ βασιλεῖς πρὸς μὲ ἐνωτίσασθε, ὅτι νόμος παρʼ ἐμοῦ ἐξελεύσεται, καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν.

ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξελεύσεται ὡς φῶς καὶ τὸ σωτήριόν μου, καὶ εἰς τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσιν ἐμέ νῆσοι ὑπομενοῦσιν καὶ εἰς τὸν βραχίονά μου ἐλπιοῦσιν.

ἄρατε εἰς τὸν οὐρανὸν τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἐμβλέψατε εἰς τὴν γῆν κάτω, ὅτι ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη, ἡ δὲ γῆ ὡς ἱμάτιον παλαιωθήσεται, οἱ δέ κατοικοῦντες ὥσπερ ταῦτα ἀποθανοῦνται, τὸ δὲ σωτήριόν μου εἰς τὸν αἰῶνα ἔσται, ἡ δὲ δικαιοσύνη μου οὐ μὴ ἐκλίπῃ.

Ἀκούσατέ μου, οἱ εἰδότες κρίσιν, λαὸς οὗ ὁ [*](U+05D0AQ)[*](10 τις] ras aliq in τ inferius B? υπακουσατω] επακουσατω U+05D0 ακουσατω AQ* υπ. Qb⁽ᵛⁱᵈ) | om και 1⁰ U+05D0?AQ αντιστηρισασθε] αντιστηριζεσθαι U+05D0 11 κατισχυετε] κατισχυσατε U+05D0 ι, χυ sup ras Aa φλογα] + πυρος U+05D0 | πυρος] προς *U+05D0 (πυρ. U+05D0c) LI 1 ακουσατε] ακουσαντες U+05D0* (-σατε U+05D0?) | ην ελατομησατε…ωρυξατε] θ΄ εξ ης ελατομηθητε κ εις την οπη| του λακκου οθε| εξεκοπητε α΄σ΄ ομοιως τα τουτων εχομενα Qᵐᵍ 2 εμβλεψατε] εμβλε sup ras B¹(fort)ᵃᵇ Σαρον U+05D0* (Σαρρ. U+05D0c) και ευλογ. αυτον και] pr obel Bᵃ (non inst Bᵇ) ηυλογησα AQ και ηγ. [αυτον] sub ?? Q αυτον 3°] + και επληθυνα αυτον U+05D0AQ 3 Σιων BᵇAQ παντα] πα sup ras ν superscr Aᵃ om και θησω…αυτης 2⁰ A om και τα προς δυσμας ως παραδεισον U+05D0c.b (postea repos) om τα προς δυσμας… Κυριου Q* hab (sub ?? exc κυ) Qᵐᵍ | τας προς δ. B* (τα προς δ. B ) αγαλιαμα U+05D0 | φωνην] ν ras U+05D0? 4 ακουσατε 2⁰ sub ?? Q om μου 2⁰ AQ ενωτισασθε] σα sup ras Qᵃᵛiᵈ 5 μου 1⁰] om U+05D0 σου A* (μου Aᵃ) ως φως και] εις φως U+05D0 om AQ* (hab ως φως Qᵇᵐᵍ) βραχιοναν (1°) U+05D0* (ν 2⁰ ras U+05D0? ) 6 ενβλεψατε U+05D0 | η δε γη] και η γη A |οι δε κατ. και οι κατ. U+05D0 | κατοικουντες] + αυτην U+05D0c.b Qᵐᵍ (sub ??) + την γην AQ* εκλειπη A) 7 ιδοτες A λαος] + μου 8Aᵇ)

197
νόμος μου ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ φοβεῖσθε ὀνειδισμὸν ἀνθρώπων, καὶ [*](Β) τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε.

ὡς γὰρ ἱμάτιον βρωθήσεται ὑπὸ χρόνου, καὶ ὡς ἔρια βρωθήσεται ὑπὸ σητός, ἡ δὲ δικαιοσύνη μου εἰς τὸν αἰῶνα ἔσται, τὸ δὲ σωτήριόν μου εἰς γενεὰς γενεῶν.

Ἐξεγείρου ἐξεγείρου, Ἰερουσαλήμ, καὶ ἔνδυσαι τὴν ἰσχὺν τοῦ βραχίονός σου· ἐξεγείρου ὡς ἐν ἀρχῇ ἡμέρας, ὡς γενεὰ αἰῶνος. οὐ σὺ εἶ

ἡ ἐρημοῦσα θάλασσαν, ὕδωρ ἀβύσσου πλῆθος ; ἡ θεῖσα τὰ βάθη τῆς θαλάσσης ὁδὸν διαβάσεως ῥυομένοις

καὶ λελυτρωμένοις ; ὑπὸ γὰρ Κυρίου ἀποστραφήσονται, καὶ ἥξουσιν εἰς Σειὼν μετʼ εὐφροσύνης καὶ ἀγαλλιάματος αἰωνίου· ἐπὶ κεφαλῆς γὰρ αὐτῶν αἴνεσις, καὶ εὐφροσύνη καταλήμψεται αὐτούς, ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός.