Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Οὕτως [*](B) λέγει Κύριος Ποῖον τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾧ ἐξαπέστειλα αὐτήν; ἢ τίνι ὑπόχρεῳ πέπρακα ὑμᾶς ; ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν.

τί ὅτι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος; ἐκάλεσα, καὶ οὐ κ ἦν ὁ ὑπακούων; μὴ οὐκ ἰσχύει ἡ χείρ μου τοῦ ῥύσασθαι; ἢ οὐκ ἰσχύω τοῦ ἐξελέσθαι; ἰδοὺ τῷ ἐλεγμῷ μου ἐξερημώσω τὴν θάλασσαν, καὶ θήσω ποταμοὺς ἐρήμους. καὶ ξηρανθήσονται οἱ ἰχθύες αὐτῶν ἀπὸ τοῦ μὴ εἶναι ὕδωρ, καὶ ἀποθανοῦνται ἐν δίψει.

ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ ὡς σάκκον θήσω τὸ περιβόλαιον αὐτοῦ.

Κύριος Κύριος δίδωσίν μοι γλῶσσαν παιδίας τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον· ἔθηκέν μοι πρωί, προσέθηκέν μοι ὠτίον ἀκούειν,

καὶ ἡ παιδία κυρίου Κυρίου ἀνοίγει μου τὰ ὦτα, ἐγὼ δὲ οὐκ ἀπειθῶ οὐδὲ ἀντιλέγω.

τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων,

καὶ κύριος Κύριος βοηθός μοι ἐγενήθη· διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλὰ ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν, καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθῶ.

ὅτι ἐγγίζει ὁ δικαιώσας με· τίς ὁ κρινόμενός μοι ; ἀντιστήτω μοι ἅμα· καὶ τίς ὁ κρινόμενός μοι; ἐγγισάτω μοι.

ἰδοὺ Κύριος βοηθήσει μοι· τίς κακώσει με; ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶ σὴς [*](L 1 ουτω U+05D0 | ποιον το βιβλιον] [ποιον το]υτο [β.]; σ΄ ποιον το β. α΄θ΄ U+05D0AQ ομοιως τοις σ΄ ποιον τουτο β. Qmg ω] η U+05D0* (ω) U+05D0c.b) ως U+05D0ᵈ.a τινι] ι 2⁰ sup ras 2 vel 3 lilt A? vid (τινων A*fort) υποχρεω sub τ Q πεπρακα] pr θ΄ ?? των πρασσ| ντων με ω Qmg υμας] + θ΄ ?? αυτω ᵐᵍ 2 τι οτι ηλθον] διοτι ηλθ. U+05D0 οι ο΄ διοτι ηλθον α΄σ΄ ομοιως τοις ο΄ : θ΄ τι οτι ηλθο | Qmg | ουκ ην ο υπακουων (επ. U+05D0* υπ. U+05D0c, ᵈ.a)] ουχ υπηκουσε | A ουκ 3° (ουκ | B* ου|κ B?)] om Q* (hab Qmg) om η ουκ ισχυω του εξελεσθαιU+05D0? (postea revoc) τω ελεγμω μου] +και τη σπιλη μου U+05D0* (improb τω ελ. μ. και U+05D0? postea revoc) τη απειλη μου AQ* (τω ελ. μου Qmᵍ) 3 ενδυσω] pr και U+05D0c.ᵇAQ | ως σακκον θησω] ως σακκον U+05D0* θησω σακκον U+05D0c.b θησω ως σακκον U+05D0post c.a A 4 om Κυριος 1⁰ U+05D0AQ (hab Qmg) μοι διδωσιν U+05D0 | παιδιας (-ειας BᵃᵇQa)] σοφιας A του γνωναι…λογον] α΄ του γν. του υποστηρισαι σ΄ του γν. ομιλιαν Qmg γνωναι] + εν καιρω A πρωι] pr το A + πρωι U+05D0c.b.(ᵇ ᵛⁱᵈ) (postea ras) προσ|εθ. Q* προ| σεθ. Qᵃ 5 παιδεια BᵃᵇQᵃ om Κυριου U+05D0*AQ* (hab U+05D0c.b fort |postea ras] Qmg) ανοιει U+05D0* (-γει U+05D0c.b) τα ωτα μου A ουδε] ουδ U+05D0 6 εδωκα] δεδωκα AQ ενπτυσματων U+05D0 7 om Κυριος U+05D0c.bAQ* (hab) Qmg) μοι] μον U+05D0AQ αλλα] αλλ U+05D0Q | στερεαν] εαν sup ras Aa | αισχυνθω] κατεσχυνθη U+05D0* -θω) U+05D0¹(vid) (αισχυνθω U+05D0c.b) 9 Κυριος] + κς Bᵃᵇ Qᵐᵍ βοηθησει] βοηθει U+05D0c.a, c.b ⁽ᵛⁱᵈ) (postea revoc -θησει) AQ (βοηθι Q* -θει Qa οι ο΄ βοηθησει μοι σ΄ βοηθει μοι α΄θ΄ ομοιως τοις ο΄ Qmg σης καταφ.] pr ως U+05D0c.b ⁽vid⁾ AQ σ΄ ευρως καταφ. θ΄ ομοιως τοις ο΄ Qmg)

196
[*](Β) καταφάγεται ὑμᾶς.

Τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν κύριον ; ὑπακουσάτω τῆς φωνῆς τοῦ παιδὸς αὐτοῦ· οἱ πορευόμενοι ἐν σκότει, καὶ οὐκ ἔστιν αὐτοῖς φῶς, πεποίθατε ἐπὶ τῷ ὀνόματι Κυρίου καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ θεῷ.

ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε καὶ κατισχύετε φλόγα· πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογὶ ᾖ ἐξεκαύσατε· δι᾿ ἐμὲ ἐγένετο ταῦτα ὑμῖν, ἐν λύπῃ κοιμηθήσεσθε.